no image
DDbDP-text
[fragment 1]
[…]ου…[…] Φαῶφι […] ἰνδικτίονος.
Φλαουίῳ Ἰωάννῃ Ταυρίνου αἰδεσίμῳ σκρινιαρίῳ τῆς στρατιωτικῆς κατὰ Θηβαίδα τάξεως
παρὰ Αὐρηλίων Παύλου […]…[…]…ς καὶ Γενναδίου Ἀνουθίου ἑξῆς ὑπογράφοντος ἀμφοτέρων
ἀπὸ τῆς Ἑρμουπόλεως ὁμολογοῦμεν ἀλληλέγγυοι ὄντες ἑκουσίως καὶ αὐθαιρέτως
μεμισθῶσθαι παρὰ τῆς σῆς κοσμιότητος ἐπὶ πενταετῆ χρόνον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς
[…] ἰνδικτίονος τὰς ὑποτεθείσας σοι παρὰ Φοιβάμμωνος Ἀθανασίου βουλευτοῦ κατὰ ὑποθήκην
ἀρούρας […] ὀκτὼ σὺν ὑδρεύματι ὁλοκλήρῳ καὶ ξυλικῷ ὀργάνῳ καὶ οἰκοδομήματι
[…] καὶ χρηστηρίοις καὶ δικαίοις ἐν περιχώματι Τραεισε εἰς κατάθεσιν
ὧν ἐὰν αἱρώμεθα γενημάτων, φόρου τούτων ἀποτάκτου καθ’ ἕκαστον ἐνιαυτὸν σίτου
ἀρταβῶν […] ἀρταβῶν τεσσάρων καὶ ἀράκου ἀρταβῶν
[… ? lines lost …]
[fragment 2]
[…] παρέξομεν δὲ κατ’ ἔτος ἀχύρου σιτίνου σαργάνην μίαν
[…] καὶ δελφάκιον ἄξιον ἀργυρίου ταλάντων ἑξακισχειλίων
[…] ὅνπερ φόρον ἀποδώσομέν σοι
τῷ […] μηνὶ ἑκάστου ἔτους ἀνυπερθέτως νέον καθαρὸν κεκοσκινευμένον
[…] καὶ ἀποκαταστήσομεν τὸν φόρον εἰς τὸν σὸν οἶκον […]
ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Παῦλος […] ἀπὸ Ἑρμοῦ πόλεως μεμίσθωμαι
ὡς πρόκειται. […] ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.
[…] μεμίσθωμαι ὡς πρόκειται […]
[…] παρὰ τῶν μισθωσαμένων […]
[…] παρὰ τῶν μισθωσαμένων […]
[…] δι’ ἐμοῦ Φοιβάμμωνος […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.