no image
DDbDP-text
Convention via HGV-meta
Linked by Trismegistos ID
TM 19047.
Each record below describes this same artifact or text from a different angle.
τῷ θαυμασιωτάτῳ Διοσκόρῳ Ἀπολλῶτος, παρὰ Βίκτορος Ἀπολλῶτος λινούφου χαίρειν. ἑτοίμως ἔχειν σπεῖραι τὴνσπείρειν τὴν χειρογραφηθεῖσάν μοι παρὰ σοῦ ἀκολούθως τῷ γενομένῳ χειρογράφῳ μίαν ἄρουραν ἐν λινοκαλάμοις ἐπὶ τοῦ γενήματος σπορᾶς τρεισκαιδεκάτηςτρισκαιδεκάτης ἰνδικτίονος, καὶ τὸ ὑπὲρ ταύτης τίμημα τοῦ τε φόρου καὶ τῆς σπορᾶς καὶ τῆς ἀρδεύσεωςἀρτεύσεως, χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτια δύο χρυσοχοϊκῷ σταθμῷ, καὶ καταβαλεῖν εἰς τὴν τρίτην καταβολὴν τοῦ δημοσίου τῆς ἐνεστώσης δωδεκάτης ἰνδικτίονος ἀναμφιβόλως καὶ ἀναντιρρήτως, ὑποκειμένης σοι πάσης μου εὐπορίας εἰς τὴν τούτου ἔκτισιν καὶ ἀπόδοσιν· καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαί σοι τοῦτο τὸ πιττάκιον ὡς πρόκειται. Φαῶφι ιη ιβ ἰνδικτίονος. Βίκτωρ Ἀπολλῶτος ὁ προκείμενος ἐθέμην τοῦτο τὸ πιττάκιονπεττάκιον ὡς πρόκειται. Αὐρήλιος Βίκτωρ Ἑρμείου, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότοςεἰδώτος . διʼ ἐμοῦ Πιλάτου νομικοῦ ἐγράφη πιττάκιον παρὰ Βίκτορος Ἀπολλῶτος λινούφου χρυσοῦ νομισμάτιον α παρὰ β χρυσοχοϊκῷSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.