no image
DDbDP-text
Letter from Demetrios to Apollonios via HGV-meta
Linked by Trismegistos ID
TM 681.
Each record below describes this same artifact or text from a different angle.
Ἀπολλωνίωι χαίρειν Δημήτριος. καλῶς ἔχει εἰ αὐτός τε ἔρρωσαι καὶ τὰ ἄλλατἆλλα σοι κατὰ γνώμην ἐστίν. καὶ ἐγὼ δὲ καθάπερ μοι ἔγραψας προσέχειν ποιῶ αὐτὸ καὶ δέδεγμαι ἐκ χρυσίου μυριάδας ε Ζ καὶ κατεργασάμενος ἀπέδωκα. ἐδεξάμεθα δʼ ἂν καὶ πολλαπλάσιονπολλαπλασιαν, ἀλλὰ καθά σοι καὶ πρότερον ἔγραψα ὅτι οἵ τε ξένοι οἱ εἰσπλέοντες καὶ οἱ ἔμποροι καὶ οἱ ἐγδοχεῖς καὶ ἄλλοι φέρουσιν τό τε ἐπιχώριον νόμισμα τὸ ἀκριβὲς καὶ τὰ τρίχρυσα, ἵνα καινὸν αὐτοῖς γέ νηται, κατὰ τὸ πρόσταγμα ὃ κε λεύει ἡμᾶς λαμβάνειν καὶ κατερ γάζεσθαι, Φιλαρέτουφιάλας τοῦδέ με οὐκ ἐ ῶντος δέχεσθαι, οὐκ ἔχοντες ἐπὶ τίνα τὴν ἀναφορὰν ποιησώμεθα περὶ τούτων, ἀναγκαζόμεθά τε ταῦταταύτας μὴ δέχεσθαι, οἱ δὲ ἄν θρωποι ἀγανακτοῦσιν οὔτε ἐπὶ τραπεζῶν οὔτε εἰς τὰ τάλαν τα ἡμῶν δεχομένων οὔτε δυνά μενοι εἰς τὴν χώραν ἀποστέλλειν ἐπὶ τὰ φορτία, ἀλλὰ ἀργὸν φάσκουσιν ἔχειν τὸ χρυσίον καὶ βλάπτεσθαι οὐ- κ ὀλίγα ἔξοθεν μεταπεπεμμένοι καὶ οὐδʼ ἄλλοις ἔχοντες ἐλάσσονος τιμῆς διαθέσθαι εὐχερῶς. καὶ οἱ κατὰ πόλιν δὲ πάντες τῶι ἀπο τετριμμένωι χρυσίωι δυσχερῶς χρῶνται. οὐδεὶς γὰρ τούτων ἔχει οὗ τὴν ἀναφο ρὰν ποιησάμενος καὶ προσθείς τι κο μιεῖται ἢ καλὸν χρυσίον ἢ ἀργύριον ἀντʼ αὐτοῦ. νῦν μὲν γὰρ τούτων τοι ούτων ὄντων ὁρῶ καὶ τὰς τοῦ βασι λέως προσόδους βλαπτομένας οὐ κ ὀλίγα. γέγραφα οὖν σοι ταῦτα ἵ να εἰδῆις καὶ ἐάν σοι φαίνηται ἢ τῶι βασιλεῖ γράψηιςγραψεις περὶ τούτων καὶ ἐμοὶ ἐπὶ τίνα τὴν ἀναφορὰν περὶ τούτων ποιῶμαι. συμφέρειν γὰρ ὑπολαμβάνω ἐὰν καὶ ἐκ τῆς ἔξοθεν χώρας χρυσίον ὅτι πλεῖστον εἰσάγηται καὶ τὸ νό μισμα τὸ τοῦ βασιλέως καλὸν καὶ καινὸν ἦι διὰ παντός, ἀνηλώματος μηθενὸς γινομένου αὐτῶι. περὶ μὲν γάρ τινων ὡς ἡμῖν χρῶνται οὐ καλῶς εἶχεν γράφειν, ἀλλʼ ὡς ἂν παραγένηι ἀ κούσεις γρά ψον μοι περὶ τούτων ἵνα οὕτω ποιῶ. ἔρρωσο. ἔτους κη, Γορπιαίου ιε. Δημητρίου. Ἀπολλωνίωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.