Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.cair.masp.3.67169bis 11. Febr. 569Antinoopolis

Contrat via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 18418. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[Fr1] χμγ βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστουαὐτοκράτορος ἔτους τετάρτου, Μεχεὶρ ἑπτακαιδεκάτῃ δευτέρας ἰνδικτίονος ἐνἈντινόου πόλει τῇ λαμπροτάτῃ. † Φλαυΐῳ Βίκτορι τῷ λαμπροτάτῳ καὶ λογιωτάτῳ υἱῷ τοῦ λαμπροτάτου καὶ σοφωτάτου σχολαστικοῦ Φοιβάμμωνος τοῦ υἱοῦ τοῦ τῆς μεγαλοπρεποῦς μνήμης Θωμᾶ Αὐρηλίος Μέλιος υἱὸς Ἰωάννου, ἐκ μητρὸς Λεοντίας παρούσης αὐτῆς καὶ συναινούσης καὶ συνπειθομένης τῷ παρόντι ὠνιακῷ γραμματείῳ, ἅμα τε ἐγγυωμένης τὴν γνώμην καὶ προαίρεσιν καὶ βεβαίωσιν τοῦ υἱοῦ αὐτῆςΜελίου ἐπὶ πᾶσι τοῖς ἑξῆς δηλουμένοις ὁμολογήμασι ἐν τῇπαρούσῃ ἐγγράφῳ πράσει, οἰκείῳ αὐτῆς καὶ αὐτοῦ κινδύνῳ καὶ πόρῳ καὶ τιμήματι τῆς ἐξ ἀμφοῖν παντοίας αὐτῶν ὑποστάσεως γενικῶς καὶ ἰδικῶς, ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ, καθάπερ ἐκ δίκης, καὶ ὁμολογούσης τὸν προειρημένον Μέλιον τὸν νῦν ἐφεστῶτα καὶ μεγίστην ἀφικόντα ἡλικίαν καὶ Γεώργιον τὸν αὐτοῦ ὁμογνήσιον ἀδελφὸν, οὗ ποιεῖται τοὺς λόγους ἀπόντος ὡς παρόντος, παρασκευάσαι αὐτὸν στέρξαι καὶ ἐμμεῖναι τῇ παρούσῃ ἐγγράφῳ διαπράσει διηνεκῶς ἀπαραβάτως, τῷ προσημανθέντι αὐτῆς κινδύνῳ, ἀφ[…] τοῦ μείζονος[…] [Fr2] […]υτων σ…π[…]…ας ἐν παντὶ […]ὁμολογοῦμεν ἡμεῖς οἱ προγεγραμμένοι Μέλιος υἱὸς Ἰωάννου καὶ Λεοντία θυγάτηρ Βίκτορος, ἐκ μητρὸς …ας Η……, […]ἀμφότεροι ὁρμώμενοι ἀπὸ κώμης Μαγδώλων Μιρὴ τοῦ Ἑρμουπολίτου νομοῦ, ποιούμενοι δὲ τοὺςλόγους ὑπέρ τε ἑαυτῶν καὶ ὑπὲρ τοῦ προειρημένου ἀπόντοςΓεωργίου, αὐτῶν υἱοῦ καὶ ἀδελφοῦ Μελίου, διὰ ταύτην τὴν ἔγγραφον ὁμολογίαν τῆς ἀσφαλείας ἤτοι πράσεως, ἥνπερ ἐθέμεθα σκοπῷ δικαίῳ καὶ καλῇ πίστει καὶ ἀμετανοήτῳ καὶ ἀμεταβλήτῳ βουλήσει καθαρᾷ τε προθέσει καὶ συνειδήσει ὀρθῇ τῇ διανοίᾳ, ἄνευ παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀνάγκης καὶ ἀπάτης καὶ πάσης συναρπαγῆς τε καὶ περιγραφῆς κατὰ νόμους, ἅμα τε ἐπομνύμενοι τὸν θεῖον καὶ σεβάσμιον ὅρκον καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ γαληνοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος, πεπρακέναι σοι τῷ προειρημένῳ λαμπροτάτῳ Βίκτορι καὶ καταγεγραφηκέναι καὶ παρακεχωρηκέναι καὶ ἐκκεχωρηκέναι καὶ παραδεδωκέναι σοι, ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ ἑξῆς ἅπαντα καὶ προελαύνοντα χρόνον διὰ παντὸς εἰς τὸ παντελὲς, πληρεστάτῳ παντὶ δεσποτείας δικαίῳ καὶ καλῇ πίστει καὶ πάσῃ ἐξουσίᾳ καὶ κατοχῇ καὶ κυριότητι, τὴν ὑπάρχουσαν ἡμῖν ἐκ γονικῆς ἡμῶν διαδοχῆς ἄρουραν μίαν ἄνυδρον οὖσαν, καθαρᾶς σπορίμης γῆς, διακειμένην ἐπὶ τῆς αὐτῆς κώμης Μαγδώλων Μιρὴ τοῦ Ἑρμοπολίτου νομοῦ, ἐν τρίσι τοποθεσίαις [Fr3] ἐν τῇ τρίτῃ τοποθεσίᾳ ἅμματα πέντε α[…]κτήματα …… […]εισιν, τῆς ὁλοκλήρου καὶ πραθείσης ὑμῖν ἀρούρης ἀπὸ ἑξήκοντα τεσσάρων ἁμμάτων συγκειμένης τῷ δημοσίῳ σχοινίῳ · οἱ δὲ γείτονες τῶν αὐτῶν πέντε ἁμμάτων κατὰ τὰς ἀγρογειτνίας δηλοῦνται οὕτως· ἐπὶ μὲν νότου δημοσία ὁδὸς ἄγουσα ἐπὶ τὸ ἐποίκιον παράνω τῆς ἁγίας ἐκκλησίας τῆς ἐκεῖσε τοῦ Προδρόμου καὶ βαπτίστου ἁγίου Ἰωάννου, λιβὸς τὸ συντελικὸν δὲ τῶν θεοφόβων ἀνθρώπων τοῦ καλουμένου Πους, ἐπὶ δὲ ἀπηλιώτου τῶν ης[…] ἢ οἵοι ἂν ὦσι γείτονες πάντῃ παντόθεν τῶν προδηλωθέντων τριῶν τοποθεσιῶν τῆς πραθείσης ὑμῖν παρʼ ἡμῶν ὁλοκλήρου ἀρούρας[…] γιγνομένου πώποτε εἰς τὰς γειτνίας αὐτῆς εἰ αλλ[…], καθʼ οἵον γὰρ δήποτε χρόνον βεβαιώσωμεν ταύτην, τιμῆς δὲ τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης τελείας καὶ ἀξίας, χρυσοῦ νομισμάτων ὀκτὼ, ἑκάστου παρὰ κεράτια ἕξ , τῷ δημοσίῳ ζυγῷ τῆς Ἀντινόου πόλεως· γίνεται νομισμάτια η παρὰ μη, ἅπερ ταῦτα τῆς τιμῆς χρύσινα ἀνειλήφαμεν ἡμεῖς οἱ ἀποδόμενοι Μέλιος καὶ Λεοντία, ποιούμενοι τοὺς λόγους ὑπὲρ Γεωργίου, παρὰ σοῦ τοῦ πριαμένου Βίκτορος διὰ χειρός σου εἰς χεῖρας ἡμῶν, παρόντων τῶν μεσιτῶν […] […]οτου[…] [Fr4] […] ὑπογραφ[…] […]ἀπὸ τοῦ νῦν ἐπὶ τὸ διηνεκὲς[…] παρακεχωρημένη σοι παρʼ ἡμῶν ε[…] […]σε τὸν πριάμενον Βίκτορα κρατεῖν καὶ κυριεύειν […]ν διαδ[…]ν αἰωνίως καὶ κυρίως ἀεὶ ὑπὲρ συντελείας καὶ […]…ι… τῆς προονομασθείσης καὶ πραθείσης σοι παρʼ ἡμῶν μιᾶς ἀρούρης ἀνύδρου καθαρᾶς σπορίμης γῆς μετὰ παντὸς τοῦ δικαίου καὶ τῆς καθόλου αὐτῆς ἀγρογειτνίας, κατὰ τὰ ἀρχαῖα αὐτῆς ὅρια, τῆς διακειμένης ἐν τρισὶ τοποθεσίαις, ὡς προλέλεκται, ἐπὶ πεδιάδος κώμης Μαγδώλων Μιρὴ, τελούσης μόνον ἀεί ποτε εἰς τὸ δημόσιον λογιστήριον

Connections

Found at Antinoöpolis

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.