no image
DDbDP-text
Quittance d’une dette via HGV-meta
Linked by Trismegistos ID
TM 18432.
Each record below describes this same artifact or text from a different angle.
† ὑπατείας Φλαυίου Ἀνθεμίου τοῦ ἐνδοξοτάτου, Φαῶφι ιγ τῆς ἐνάτης ἰνδικτίονος
Αὐρήλιος Βησαρίων Μουσαίου Σαλαχα, μητρὸς Ταριστῆς, ἀπὸ κώμης Ἀφροδίτης
τοῦ Ἀνταιοπολίτου νομοῦ, βραδέως ὑπογράφων, Αὐρηλία Μαριὰμ Εὐλογίου τῇ εὐγενεστάτῃ,
ἀπογενομένου πρωτοκωμητοῦ, ἀπὸ τῆς αὐτῆς κώμης, χαίρειν. ἐπειδὴ χρεωστεῖς φανερᾶς ὑποθήκης
χρυσοῦ νομισμάτια πέντε ζυγῷ εἰς ὄνομα τῆς μακαρίας μου μητρὸς
Ταριστῆς, νῦν δὲ ἐσχήκως παρὰ σοῦ τὰ αὐτὰ πέντε , νομίσματα ἐζήτησας δὲ
λαβεῖν παρʼ ἐμοῦ τῆς ὑποθήκης, μὴ εὗρον ἀποδοῦναί σοι διὰ τὸ ἀπολωλέναι
ἐν τοῖς ἐμοῖς χάρταις· διὰ τοῦτο εἰς ταύτην τὴν ἔγγραφον λύσιν ἤτοι ἀκυρωσίαν
ἐλήλυθα, διʼ ἧς ὁμολογῶ μηδένα λόγον ἔχειν πρὸς σὲ τοῦ λοιποῦ περὶ τῶν
αὐτῶν προκειμένων πέντε νομισμάτων μήτε διʼ ἐμαυτοῦ μήτε διὰ τῶν ἐμῶν
κληρονόμων, μήτε σοὶ μήτε τοῖς σοῖς κληρονόμοις. εἰ συνβαίη ἐνάγειν σοι
οἵον δήποτε ἄνθρωπον περὶ τῆς αὐτῆς προφάσεως τῆς ὑποθήκης,
ἑτοίμως ἔχω τὸ ποιῆσαι ἀνενόχλητόν σοι, καὶ τὸ ἀζήμιον φυλάξω σοι περὶ τῆς
αὐτῆς ὑποθήκης, κινδύνῳ ἐμοῦ καὶ πάντων τῶν ἐμῶν πραγμάτων
εἰς τοῦτο. καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι ταύτην τὴν λύσιν ἤτοι ἀκυρωσίαν
κυρίαν οὖσαν καὶ βεβαίανπανταχοῦ προκομιζομένην· καὶ ἐπερωτηθεὶς ὡμολόγησα
Αὐρήλιος Βησαρίων Μουσαίου ὁ προκείμενος ἐθέμην τὴν ἀκυρωσίαν
ὡς πρόκειται.Αὐρήλιος Ἰσάκιος Ἰωσηφίου μαρτυρῶ τῇ ἀκυρωσίᾳ ἀκούσας
παρὰ τοῦ θεμένου Ἰακὼβ Βίκτωρος διάκονος μαρτυρῶ τῇ ἀκυρωσίᾳ
ἀκούσας παρὰ τοῦ θεμένου.
ἐγράφη διʼ ἐμοῦ Οὐίκτορος ἈπολλῶτοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.