no image
DDbDP-text
μετὰ τὴν ὑπατείαντοῦ δεσπότου ἡμῶν Φλαουίου Τιβερίου Νέου Κωνσταντίνου τοῦ αἰωνίου Αὐγούστου ἔτους γ[…] κθ τεσσαρασκαιδεκάτης ἰνδικτίωνος ἐπʼ Ἀρσινόης.
τήνδε τὴν ἔγγραφον ὁμολογίαν τῆς διαλύσεως καὶ τελείας ἀπαλλαγῆς ποιοῦμαι ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ βουλήσει δίχα δόλου
καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ πάσης περιγραφῆς νόμων ἐκτὸς […]θυγάτηρ τοῦ μακαρίου Γεωργίου μητρὸς ἄμα Ἡραίδος
χωρὶς κυρίου χρηματίζουσα ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως ἀπὸ ἀμφόδου Ἐκκλησίας[…]Αὐρηλίῳ Κύρῳ ὁμογνησίῳ μοῦ ἀδελφῷ
ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ὡς ἑξῆς ὑποτέτακται. ἐπὶ τοῦ παρόντος κεκειν[…]ης μου πρὸς σὲ δοσολημψίαν
[…] καὶ ἱματίων καὶ ἄλλων τινῶν διαφόρων εἰδῶν […]ἀπαλλαγείσης μου πρὸς σὲ ἐζήτησα τὴν
[…]ενος ὁμολογίαν διαλύσεως καὶ τελείας ἀπαλλαγῆς κ[…]περὶ τούτου κατὰ τοῦτο ὁμολογῶ ἑκουσίᾳ γνώμῃ
[…]…ου μηδένα λόγον ἔχειν μὴ ἐμὲ τὴν εἰρημένην[…]μὴ κληρονόμους ἐμοὺς μὴ διαδόχους μὴ
διακατόχουςπρὸς σὲ τὸν εἰρημένον Κῦρον μὴ πρὸς κληρονόμους σοὺς μὴ πρὸς διαδόχους σοὺς μὴ
πρός τινα ἐκ προσώπου σου
[…]ελ[…]περὶ ἱματίων μὴ περὶ[…]ν…[…]ν μὴ περὶ ἄλλου τινὸς
[…] ἀγράφου ἢ ἐγγράφου τὸ σύνολον διὰ τὸ ἐμὲ ἀπηλλάχθαι περὶ τῶν νομισμάτων ὧν χρεωστεῖς
[…]νον κατὰ τὴν ἐγκειμένην ἐν αὐτῷ π[…]καὶ πρὸς τὴν σὴν ἀσφάλειαν ταύτην σοι
πεποίημαι τὴν ὁμολογίαν τῆς διαλύσεως κυρίαν οὖσαν καὶ ἐπερωτηθεῖσα ὡμολόγησα.[…]ἡ προγεγραμμένη πεποίημαι τὴν παροῦσαν
ὁμολογίαν τῆς τελείας ἀπαλλαγῆς καὶ στοιχεῖ μοι πάντα τὰ προγεγραμμένα[…]Τιβερίου Κυρίλλου γραμματέως
[…] ἔγραψα ὑπὲρ αὐτῆς παρούσης ἀγραμμάτου οὔσης […]ἀρτοπράτης ἀπὸ τῆς Ἀρσινοιτῶν
πόλεως μαρτυρῶ ὡς πρόκειται † † Αὐρήλιος Ποῦσις ὁ καὶ …ιτρ…ς υἱὸς […]μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.