Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.lond.5.1731 20. Sept. 585Syene

Receipt for money in settlement of dispute via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 19746. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] ☧ βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος καὶ μεγίστου εὐεργέτου ἔτους τετάρτου καὶ ὑπατείας τοῦ αὐτοῦ δεσπότου ἡμῶν ἔτους δευτέρου Θὼθ κγ τῆς τετάρτης ἰνδικτίονος ἐν Συήνῃ. Αὐρηλία Τσώνη θυγάτηρ Μηνᾶ ἐκ μητρὸς Ταπίας μοναχὴ ὁρμωμένη ἀπὸ Συήνης ἡ καὶ ἑξῆς ὑπογραφέα παρέχουσα τὸν ὑπὲρ αὐτῆς ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς κατʼ ἐπιτροπὴν αὐτῆς καὶ αἴτησιν προσμαρτυροῦντας ταύτῃ τῇ παρούσῃ ὁμολογίᾳ τῆς ἀμεριμνίας Αὐρηλίᾳ Ταπίᾳ θυγατρὶ Τσίου ἐκ μητρὸς Μαριὰμ ἄνευ κυρίου αὐτῆς ἀνδρὸς χρηματίζουσα ἰδίᾳ μου μητρὶ ὁρμωμένῃ ἀπὸ τῆς αὐτῆς Συήνης χαίρειν. ἐπειδήπερ πρώην ὁ μακάριός μου πατὴρ Μηνᾶς ἔσχεν σε εἰς νομίμου γάμου κοινωνίαν καὶ μετὰ τὴν γέννησίν μου ἔτι νέας οὔσης κατὰ διαβολικὴν καὶ σατανικὴν ἐνέργειαν ἀπεχωρίσθης ἀπʼ αὐτοῦ, δεδωκότος δέ σοι τοῦ προειρημένου μου πατρὸς Μηνᾶ χρυσοῦ νομισμάτια τέσσαρα καὶ μετὰ τὸ προβεβηκέναι με τῇ ἐννόμῳ ἡλικίᾳ ἐπεξῆλθόν σοι ἐνάγουσα ἕνεκα τῶν αὐτῶν τεσσάρων νομισμάτων λέγουσα ταῦτά σοι δοθῆναι περὶ τῆς ἐκ παιδιόθεν ἀναγκαίας μου τροφῆς. διὰ τὸ οὖν τραφῆναί με ὑπὸ τοῦ πατρός μου ἔκβλητον δὲ ὑπὸ σοῦ γενέσθαι καί σε κολλᾶσθαι ἑτέρῳ ἀνδρὶ ταῦτα ἐπεξῆλθον σοι ζητοῦσα λαβεῖν, σὺ δὲ ἀμφιβάλλεις λέγουσα εἶναι τὰ αὐτὰ τέσσαρα νομίσματα ὑπὲρ ἀπολύσεως μου καὶ προικός, καὶ πολλῶν λεχθέντων καὶ ἀντιλεχθέντων καὶ δοκιμασθέντων ὕστερον δὲ ἔδοξεν ὥστε ἐμὲ τὰ αὐτὰ τέσσαρα νομίσματα δέξασθαι διὰ τὸ ὡς προειρήται ἀνατραφῆναί με ὑπὸ τοῦ προειρημένου μου πατρὸς καὶ ἐφʼ ᾧ ἐμὲ μὴ δέξασθαι μήτε λαβεῖν ὑπὲρ σοῦ μήτε ἐνάγειν σοι ἢ τοῖς κληρονόμοις σου ἐν τῷ νῦν καὶ ἐν μηδένι καιρῷ κατὰ μηδένα τρόπον ἀφορμῇ μηδεμίᾳ· ὅθεν ἐλήλυθα εἰς ταύτην τὴν ἔγγραφον ἀμεριμνίαν ἐξ ἧς ὁμολογῶ μηκέτι μηδένα λόγον ἔχειν πρὸς σὲ μήτε πρὸς τοὺς μετὰ σὲ κληρονόμους μήτε ἐνάγειν μήτε ἐγκαλεῖν ἢ δίαιταν κινῆσαι κατὰ σοῦ ταύτης ἕνεκεν τῆς ὑποθέσεως καὶ μήτε δοῦναι μήτε λαβεῖν ὑπὲρ σοῦ μήτε ἄλλος τις ὑπὲρ ὀνόματος μου ἐπελεύσεσθαί σοι ἢ τοῖς κληρονόμοις σου ἢ τέκνοις ἢ ἐγγόνοις σου· εἰ δὲ συμβαίη με κατὰ σοῦ ἐπεξελθεῖν ἔν τινι καιρῷ ἢ τοῖς κληρονόμοις σου περὶ οἱουδήποτε πράγματος ἐφʼ ᾧ ἐμὲ παρασχεῖν λόγῳ προστίμου παραβάσεως χρυσοῦ οὐγκίαν μίαν ἔργῳ καὶ δυνάμει ἀπαιτουμένην ἐκ τῆς ἐμῆς μετρικῆς ὑποστάσεως καὶ μηδὲν ἰσχύειν κατὰ τῶν ἐγγεγραμμένων ταύτῃ τῇ παρούσῃ ὁμολογίᾳ τῆς ἀμεριμνίας ἀλλὰ πρὸς τῷ ἄκοντα ἐμμένειν αὐτῇ ὡς ἐν δημοσίῳ ἀρχείῳ γεγενημένῃ διὰ τὸ ἐμοὶ ἀνάγκης μὴ ἐπικειμένης ἢ ἀπάτης ἢ δόλου τινὸς ἀλλὰ διὰ τὸ ἐμὲ οὕτω δεδόχθαι καὶ πεπληρῶσθαι τὰ προγεγραμμένα νομισμάτια τέσσαρα καὶ ταύτην ἐκθέσθαι σοι τὴν ἔγγραφον ἀσφάλειαν ἤτις κυρία ἔσται καὶ βεβαία καὶ ἀρραγὴς καὶ ἀσάλευτος καὶ ἔννομος ἁπανταχοῦ προφερομένη καὶ ἐμφανιζομένη μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος κατὰ παράκλησιν ἐμὴν καὶ ἀξίωσιν καὶ τῶν ἑξῆς μαρτυρούντων καὶ ἐπερωτηθεῖσα κατὰ πρόσωπον ταῦθʼ οὕτως καλῶς ἔχειν ποιεῖν ὡμολόγησα καὶ ἀπέλυσα. ☧ ☧ Αὐρηλία Τσώνη θυγάτηρ Μηνᾶ μητρὸς Ταπίας μοναχὴ ἀπὸ Συήνης ἡ προκειμένη ἐθέμην ταύτην τὴν ὁμολογίαν καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Φλαύιος Ἰωάννις Ἀβρααμίου ἀκτουάριος ἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας. ☧ ☧ Παθερμούθις Σερήνου ἐλάχιστος πρεσβύτερος Συήνης μαρτυρῶ. ☧ ☧ Φλαύιος Ἀλλάμων Δίου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. ☧ ☧ Φλαύιος Παείων Δίου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. † ☧ Ἴσακος Ταείονος ἀρχιδιάκονος τῆς ἁγίας Μαρίας Συήνης μαρτυρῶ. ☧ Παπνούθις Αἴονος διάκονος ἐκκλησίας Συήνης μαρτυρῶ. ☧ † Φλαύιος Διόσκυρος Ἰωάνου κεντυρίων ἀριθμοῦ Συήνης μαρτυρῶ. † Φλαύιος Ἑρμίας Ἰωάννου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. † † διʼ ἐμοῦ Μάρκου Ἄπα Δίου ἐγράφη. ☧ [v] † ὁμολογία ἀμεριμνίας γεναμένη παρὰ Τσώνης θυγατρὸς Μηνᾶ μοναχῆς ἀπὸ Συήνης πρὸς Ταπίαν τὴν μητέρα.

Connections

Found at Aswan

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.