no image
DDbDP-text
Repayment of a Fictitious Loan via HGV-meta
Linked by Trismegistos ID
TM 20218.
Each record below describes this same artifact or text from a different angle.
βυβλίον ἔγδοτον δραχμῶν δ τετρωβόλου ἔτους πέμπτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Ἐπεὶφ θ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Ἀντιφάνης Ἡρακλᾶτος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως Τρύφωνι Διονυσίου τῶν ἀπὸ τῆς αὐ τῆς πόλεως ἐν ἀγυιᾶι ἀπέχειν παρʼ αὐτοῦ ἀργυρίου Σεβαστοῦ καὶ ΠτολεμαικοῦΠτολεμαιοῦ νομίσματος δραχμὰς ἑκατὸν ἑξήκοντα κεφαλαίου ἃς ἐδάνεισεν αὐτῷ κατὰ συγγραφὴν τὴν τελειωθεῖσαν διὰ τοῦ ἐν Ὀξυρύγχων πόλει μνημονείου ἐν διεληλυθότι μηνὶ Παῦνι τοῦ ἐνεστῶτος πέμπτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος καὶ μηδὲ ἐπελθεῖν μηδʼ ἐγκαλεῖν μηδʼ ἐ πελεύσασθαι τὸν Ἀντιφάνην μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ τῷ Τρύφωνι μηδὲ τοῖς παρʼ αὐτοῦ περὶ μη δένος ἁπλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας ἢ χωρὶς τοῦ τὴν ἐσομένην ἔφοδονἔφοτον ἄκυρον εἶναι ἔτι καὶ ἐκτίνειν Ἀντιφάνην ἢ τὸννὸν ὑπὲρ αὐτοῦ ἐπελευσόμενον τῷ Τρύφωνι ἢ τοῖς παρʼ αὐτοῦ καθʼ ἑκάστην ἔφοδον τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατόν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηθὲν ἧσσον μὴ ἐλαττουμένου τοῦ Τρύφωνος ἐν τῇ ἐξακολουθούσῃ τῷ Ἀντιφάνει βεβαιώσει ἥνἧς ἠγόρασεν παρʼ αὐτοῦ οἰκίας ἀκολούθως τῇ εἰς αὐτὸν γεγονυίᾳ καταγραφῇγαταγραφῇ. κυρία ἡ συγγραφή.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.