no image
DDbDP-text
Account concerning a consignment of oil via HGV-meta
Linked by Trismegistos ID
TM 676.
Each record below describes this same artifact or text from a different angle.
[rrp]
[1]
[…]
ευτ[…]ας
μετρητὰς[…]… Α
τὸ δὲ κεράμιον ὡς ἑκκαιδεκάχουν ἐστίν, ὥστε γίνεσθαι
τομ… […] τῶι δωδεκακοτύλωι[…]τοὺς δὲ
πάντας μετρητὰς ωπη χόας ι κοτύλας η
[…]γγραφει ο[…]
κεράμια Μιλήσια υνθ
Σάμια ξζ
ἡμικάδια Μιλήσια ριε
Σάμια ρξγ
τούτων[…]μεθα
ἐκ τοῦ Θέωνος λέμβου
[2]
κεράμια Μιλήσια[…]
Σάμια[…]
ἡκμικάδια Μιλήσια[…]
Σάμια ἡμικάδια[…]
ἐκ τοῦ Ἀερόπου λέμβου
κεράμια Σάμια ξβ
Μιλήσια ξ
ἡμικάδια Μιλήσια[…]
ἡμικάδια Σάμια […]
ἐκ τοῦ η[…]κέλητος
κεράμια Μιλήσια ιδγ
ἡμικάδια λδ
καὶ ἀγὴν φέρουσιν ἐν τῶι
Θέωνος λέμβωι κεράμια Μιλήσια γ
ἡμικάδιον Σάμιον α
ἐν τῶι Ἀερόπου κεράμιον Σάμιον α
ἡμικάδιον Σάμιον α
ἐν τῶι κέλητι κεράμια Μιλήσια β
ἡμικάδιον Μιλήσιον α
[3,ctr]
ἐν οἷς ὑποτιθέμεθα μετρητὰς ι τούτου
σύνηκται μετρηταὶ β χόες ε
λοιποὶ μετρηταὶ ωπα χόες δ
ὧν τίμησις ἐκ δραχμῶν νβ τάλαντα ζ δραχμαὶ Γωιβ
[3,md]
ὧν τιμὴ παραμετρουμένων εἰς τὸ βασιλικὸν τὸν μετρητὴν ἀνὰ δραχμὰς μϛ γίνονται τάλαντα
λοιποὶ μετρηταὶ ϡϙζ χοὲς ζ ὧν τιμὴ τάλαντα η Γωνζ Αωοθ
[3,ctr]
τούτου τέλος τὸ ἥμισυ τάλαντα γ δραχμαὶ Δϡϛ
διακοσιαστὴ δραχμαὶ σκθ
εὐπλοίας τοῦ μετρητοῦ ἡμιωβέλιον γίνονται δραχμαὶ ογ ὀβολοὶ β 𐅵
τριηράρχημα
κεραμίων φκ ἀνὰ ὀβολὸν γίνονται δραχμαὶ πϛ τετρώβολον
ἡμικαδίων σοε ἀνὰ ἡμιωβέλιον γίνονται δραχμαὶ κβ ὀβολοὶ ε 𐅵
[3,ms]
φκα ὀβολοὶ γ 𐅵
ἐπωβελία ὡσαύτως δραχμαὶ ρθ ὀβολοὶ γ 𐅵
ναῦλον τῶι Θέωνος κεραμίων σνε ἀνὰ δραχμὴν α τετρώβολον γίνονται δραχμαὶ υκε
ἡμικαδίων ρα ἀνὰ δραχμὴν α ὀβολὸν α 𐅵 γίνονται δραχμαὶ ρκϛ ὀβολὸς α 𐅵
τῶι Ἀερόπου κεραμίων ρκβ δραχμαὶ σγ διώβολον
ἡμικαδίων ρμ δραχμαὶ ροε
[4,ctr]
τῶι[…] κέλητι κεραμίων ρμγ δραχμαὶ σλζ διώβολον
[4,ms]
Ασθ ὀβολοὶ β 𐅵
[4,ctr]
ἡμικαδίων λδ δραχμαὶ μβ τριώβολον
τὸ πᾶν ἀνήλωμα τάλαντα δ δραχμαὶ χλζ
λοιπὰ τάλαντα γ δραχμαὶ Γροε
[4,minf]
ριϛ χόες γ
τάλαντον α δραχμαὶ με
[4,md]
οὗ τιμὴ παραμετρουμένου εἰς τὸ βασιλικὸν
τὸν μετρητὴν δραχμῶν μϛ γίνονται τάλαντα ζ Γχνα ὀβολὸς
τῶν Α μετρητῶν τιμὴ τάλαντα ζ Δ ἀφαιρουμένης δὲ
τῆς ἀγῆς μετρητῶν ζ χοῶν ζ οὗ τιμὴ δραχμαὶ τμη πεντώβολον
λοιπὰ ἀργυρίου τάλαντα ζ Βχοα ὀβολὸς
ἀπὸ τούτου τέλος ἐκ τιμήσεως
μετρητῶν ϡϙβ χοῶν ε τοῦ μετρητοῦ δραχμαὶ νβ γίνονται τάλαντα η δραχμαὶ Γφοε διώβολον
τούτου τὸ ἥμισυ τάλαντα δ Αψπζ τετρώβολον
διακοσιαστὴ σνζ ὀβολοὶ ε 𐅵
εὐπλοίας τοῦ μετρητοῦ ἡμιωβέλιον πβ ὀβολοὶ δ 𐅵 χαλκοῦς β
[1]
Πασικλεῖ. εἰ ἔρρωσαι, καλῶς ἂν ἔχοι· ὑγιαίνομεν δὲ
καὶ αὐτοί. ἀνήγγελέν μοι Κρότος γεγραφέναι σε αὐτῶι
ὅτι οἱ παῖδες οἱ ἀποδράντες μηνυτρίζοιντο
εἶναι παρὰ τῶι Κολλοχούτωι καὶ τῶι Ζαιδήλωι τῶι ἀδελφῶι
καὶ αἰτοίησαν , ἐφʼ ὧι ἀνάξουσιν, ἀργυρίου δραχμὰς ρ.
καλῶς ἂν οὖν ποιήσαις τὴν πᾶσαν σπουδὴν
ποιησάμενος τοῦ συλληφθῆναι αὐτοὺς
καὶ παραδοὺς Στράτωνι
τῶι κομίζοντί σοι τὸ ἐπιστόλιον. τοῦτο γὰρ
ποιήσας εὐχαριστήσεις ἡμῖν. ὃ δʼ ἂν ἀνηλώσηις
δώσομεν. πεπραμένη δʼ ἐστὶν ἀλαβαστροθήκη
[…]σαι· εἰ δὲ μὴ βούλει, ἐπίστειλον
ὁ δὲ πριάμενος ἀποδώσει. καὶ σὺ δὲ ἐάν τινος
χρείαν ἔχηις τῶν ἐν τῆι χώραι, γράφε ἡμῖν·
ποιήσομεν γὰρ φιλικῶς. ἔρρωσο.
Ἐπικράτει. ἐπιδημήσαντες ἐν Μαρίσηι ἐπριάμεθα
ἐκ τῶν Ζαιδήλου σώματα,
ἡμῶν δʼ εἰς Αἴγυπτον εἰσπορευομένων
ἀπέδρασαν αὐτῶν παῖδες γ, τούτων ἀδελφοὶ δύο , ὧν τὰ ὀνόματα
καὶ τὰς εἰκόνας ὑπογέγραφά σοι. προσήγγελται δὲ
ἡμῖν εἶναι τούτους παρὰ Κολλοχούτωι τ…[…]
καλῶς ἂν οὖν ποιήσαις τὴν πᾶσαν σπουδὴν ποιησάμενος
τοῦ συλληφθῆναι αὐτοὺς καὶ παραδοὺς Στράτωνι
ὃ δʼ ἂν ἀνηλώσηις τοῖς ἀναγαγοῦσιν α…[…]
[…]υ…ιαι τουτ[…]
[2]
Πεισιστράτωι. εἰ ἔρρωσαι, καλῶς ἂν ἔχοι. ὑγιαίνομεν δὲ
καὶ αὐτοί. ἀνήγελλεν ἡμῖν Κρότος γεγραφέναι
Πασικλῆν μηνυτρίζεσθαι τοὺς ἀποδράντας
παῖδας ὧν ἐπριάμεθα ἐν Μαρίζηι
τῶν Ζαιδήλου. γεγράφαμεν οὖν ἀξιοῦντες
τὴν πᾶσαν ἐπιμέλειαν ποιήσασθαι
ὅπως ἂν συλληφθῶσιν καὶ παραδῶι αὐτοὺς
Στράτωνι τῶι τὰς ἐπιστολὰς ὑμῖν
κομίζοντι. διὸ καὶ σὺ καλῶς ἂν ποιοῖς
ὑπομιμνήσκων τε αὐτὸν καὶ συνσπουδάσας
ὅπως μὴ διαφύγωσιν . καὶ σὺ δὲ εὐχαριστήσεις ἡμῖν γράφων, ἐάν τι βούληι τῶν
ἀπὸ τῆς χώρας· φιλικῶς γάρ σοι ποιήσομεν.
ἔρρωσο.
Ἐπαινέτωι. παῖδές τινες τυγχάνουσιν
ἀποκεχωρηκότες ἡμῶν, οἳ προσηγγελμένοι εἰσὶν
ἐν τῆι Ἰδουμαίαι, ἀπεστάλκαμεν δὲ ἐπʼ αὐτὸ
Στράτωνα. καλῶς ἂν οὖν ποιήσαις συντάξας τῶι υἱῶι
μὴ ἐνοχλεῖν αὐτὸν τὰ κατὰ τὰς λειτουργίας, ὃπως συνλάβηι τοὺς παῖδας.
Ἄμμωνι. τὴν αὐτήν.
καλῶς ἂν οὖν ποιήσαις γράψας Δωροθέωι καὶ Δημαινέτωι
ὃπως μὴ ἐνοχλῆται τὰ κατὰ τὰς λειτουργίας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.