no image
DDbDP-text
Letter from Sostratos to Zenon and Xenophon via HGV-meta
Linked by Trismegistos ID
TM 1011.
Each record below describes this same artifact or text from a different angle.
Σώστρατος Ζήνωνι Ξενοφῶντι χαίρειν. ἧς ἔγραψεν Σωσίβιος ἐπιστολῆς Ζηνοδώρωι περὶ τῶν σμηνῶν[…]τὸ ἀντίγραφον
ὑπογέγραφα ε…… τὸ παρʼ ἡμῶν ὑπόμνημα[…]μὴ ἔτι καὶ
νῦν ὁ Ἀμμώνιος ἐξευδοκῆι ὑμᾶς καὶ π[…]… καὶ τῶν σμηνῶν, τούς
τε μελισσουργοὺς καὶ Ῥόδωνα πέμπετε πρὸς ἡμᾶς ἔχοντας πάντα τὰ
δικαιώμαθʼ ὅπως, καθότι ἠξιώκαμεν, ἐνθάδʼ ἡμῖν κριθῶσιν. γεγράφαμεν δὲ
καὶ Ζηνοδώρωι περί τε τούτων καὶ τῆς Πάτιτος οἰκίας. ἔρρωσθε. ἔτους ζ, Παῦνι η.
Σωσίβιος Ζηνοδώρωι χαίρειν. ἀπέσταλκά σοι τὸ ἀντίγραφον τοῦ δοθέντος ἡμῖν παρὰ Κλέωνος τοῦ Ἰάσονος καὶ Σωστράτου τοῦ ἀδελφοῦ περὶ
ὧν φασιν ἀδικεῖσθαι ὑπʼ Ἀμμωνίου τοῦ οἰκονόμου. σπούδασον οὖν ὅπως
τὰ δίκαια αὐτοῖς γένηται καθότι ἀξιοῦσιν.
ὑπόμνημα Σωσιβίωι παρὰ Κλέωνος καὶ Σωστράτου. ὕπηρχεν ἡμῖν
ἔτι ἐπὶ τοῦ πατρὸς τοῦ βασιλέως σμήνη Α, ἃ ἐμεμίσθωτο κατὰ συγγραφὴν τὴν γεγενημένην ἐν τοῖς … Σιμαρίστου Ὧρος καὶ υἱοί, ὧν τινα μὲν
ἐν τῶι Ἡρακλεοπολίτηι ἦν, ἃ τοὺς φόρους εὐτάκτηκεν ἕως τοῦ ϛ ἔτους
τινὰ δὲ ἐν τῶι Μεμφίτηι, ἃ εἶχεν Παμῆς καὶ Ἀμεννεύς, οὓς νῦν ἀκούομεν μεταγηγοχέναι εἰς τὸν Ἡρακλεοπολίτην ἄνευ ἡμῶν, Ἀμμώνιος δʼ ὁ οἰκονόμος
ἀπαγήοχεν αὐτοὺς καὶ τὰ σμήνη καταφθείρει ἐγκόπτων αὐτοῖς.
διὰ τό, ἀφαιρουμένου τῶν μελισσουργῶν αὐτοῦ βίαι σμήνη ρ,
Σώστρατος παρεπιδημῶν, ὅτε ἐπὶ τὸν ὀπισμὸν ἀνέπλευσεν,
ἐντυχὼν Διονυσίωι τῶι παρὰ Ζηνοδώρου ἐνεφάνισεν, καὶ ἐκεῖνος φοβηθεὶς ἀφῆκε τοὺς μελισσουργούς. ὁ δʼ αὐτὸς οὗτος καθʼ ὃν χρόνον μετὰ τοῦ
βασιλέως ἐξεδημοῦμεν, ὑπαρχόντων ἡμῖν ἐν Βουσείρει τοῦ Ἡρακλεοπολίτου χόρτου μυριάδων ιε , ἀπήγαγεν τὸν χορτοφύλακα Ῥόδωνα εἰς τὸ
δεσμωτήριον, ἔδησε πέδαις καὶ εἶχεν ἐν φυλακῆι μῆνας η, ἐν δὲ τούτωι διεφώνησαν ὑπὸ τῶν λαῶν μυριάδες ιβ · περὶ ὧν καὶ ἀνάκρισις ὑπάρχει
καὶ ἀεί ποτʼ ἔφη πράξας ἀποδώσειν τὴν τιμήν. συνέβη δὲ καὶ ναῦλον
ἡμῖν προσάγεσθαι τοῦ Κρίτωνος πλοίου, ὃ ἐμισθώθη ἵνα εἰς Ἀλεξάνδρειαν καταχθῆι χόρτος δραχμῶν Ασ· παραγενομένου γὰρ τοῦ πλοίου
ἐπὶ τὸν ὅρμον καὶ τῶν παρʼ αὐτοῦ κωλυσάντων κενὸν ἀπῆλθεν.
ἀξιοῦμεν οὖν σε, ἐπειδὴ οὐθʼ ἡμῖν ἐκποιεῖ ἀποδημεῖν
οὔτʼ ἐκείνωι ἐνθάδε παραγενέσθαι, γράψαι αὐτῶι ἀποστεῖλαι τοὺς
μελισσουργοὺς καὶ τὸν κριθησόμενον ὑπὲρ αὐτοῦ, ὅπως
μὴ ἐκεῖ καταστασιασθῶμεν ὑπʼ αὐτοῦ· καὶ ἐκ τῶν καθʼ ἡμᾶς
αἰσθήσει πῶς τοὺς λοιποὺς τοὺς ἐκ τοῦ νομοῦ διατίθησιν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.