no image
DDbDP-text
Linked by Trismegistos ID
TM 11735.
Each record below describes this same artifact or text from a different angle.
Γαίωι Τυρρανίωι
παρὰ Σαταβοῦτος τοῦ Πισόιτος καὶ τοῦ τούτου υἱοῦ Πισόιτος τῶν ἀπὸ τοῦ Ἀρσινοείτου
δημοσίων γεωργῶν καὶ ἐγλημπτόρων τινῶν ἱερατικῶν ἐδαφῶν τελούντων ὑπὲρ ὧν ἔχομεν δημοσίων ἐδαφῶν αἰεὶ κατʼ ἔτος εἰς λόγον πυροῦ ἀρτάβας ω καὶ ἀργυρίου δραχμὰς Αφ. καὶ ἐν τῆι καταβολῇ
ἀνέγκλητοι μέχρι τοῦ νῦν γεγονότες, διὰ δὲ τὸ μηδὲν ὀφείλειν ἐπεφθονημένοι ὑπό
τινων ἐκ τοῦ νομοῦ ἀδωσιδίκων καὶ αἰεὶ ἀποστατικώτερον φρονούντων […]των
… πρὸς τὴν ἡμῶν ἐπήρειαν ἱκανῶς ἀπηδικημένοι ἐπὶ τὴν ἐκ σοῦ δικαιοδοσίαν […]
…, βοηθείας ἵνα τύχωμεν. Ὦπις γὰρ καὶ Ὦπις ἀμφότεροι Πετοσείριος ικ…
…ο…[…]νοι ἐθάρσησαν ἐπιδόντες Κόρδῳ τῶι ἐπιστατήσαντι τῶν φυλακιτῶν[…]
[…]τας φάσκοντες τὸν πατέρα αὐτῶν ἐκ τοῦ ζῆν μεθεστακέναι πρὸς […]λο
… κατὰ φυλακὴν. καταστάντες δὲ καὶ ἀπολογησάμενοι ἐφάνημεν τῶι Κόρδωι ἀθῶιοι
τῆς συκοφαντίας, ὥστε εἰ μὴ ἐξ ἧς ἐποιήσαντο ἡμῶν τε καὶ τοῦ Κόρδου πλείστης δεήσεως
… κατὰ τοὺς νόμους τῷ ζῆν αὐτοὺς κινδυνεῦσαι διὰ τὸ μὴ συνεστακέναι […]ο εν
[…]…αν, ἔγραψαν δὲ τούτῳ συλλελύσθαι. πρὶν ἢ δὲ τῆς εἱρκτῆς ἡμᾶς ἀπολυθῆναι […]…
τοῦ Κόρδου μετασταθέντος γενέσθαι ἀντʼ αὐτοῦ Βρείσωνα, ὃν καὶ …[…]
καταστάσεως καινισμὸν παραλογιεῖσθαι ἕτεροι τούτων ἀδελφοὶ […]η…αι
ἐπʼ αὐτὸν διʼ ἐνκλήματος περὶ τῶν αὐτῶν τῶν νόμων κωλυόντων δὶς περὶ τοῦ αὐτοῦ
δικάζεσθαι. γενομένης δʼ ἡμῶν ἐπὶ τοῦ Βρείσωνος πάροντος καὶ Διοδώρου τῶν ἐν τῶι
νομῶι γεγυμνασιαρχηκότων καὶ γενομένης ἱκανῆς τῶν ῥητόρων ἡμῶν ἁμίλλης
οἱ δʼ οὐδʼ οὕτως συνέστησαν ἡμᾶς τοιοῦτό τι διαπεπραγμένους, ὧν χάριν αὐτοὶ παρὰ πάντα τὰ
δίκαια ὄντες ἐν τῇ εἱρκτῇ, διὰ δὲ τοῦτο τῶν γεωργίων ἀφανιζομένων […]…ας…[…]
[…]ν προεῖδον ἀλόγευτον καθεστάναι τῆς τε συναγωγῆς
[…]ου καιροῦ ἀξιοῦμεν γράψαι τῷ τοῦ νομοῦ στρατηγῷ
ἐκλυσαμένῳ ἡμᾶς τῆς συνοχῆς καὶ ἐπιγνόντι ἀκριβῶς ἑκάστα, ἐὰν καὶ αὐτῷ κατὰ τὸ
[…]…ος καὶ τοῖς α[…]…σι φανῶμεν ἀπολῦσαι, ὅπως γενομένων ἡμῶν περὶ τὴν
τῶν ἐδαφῶν γεωργίαν μηδὲν τοῖς δημοσίοις ἔλαττον ἐπακολουθήσῃ, διαλάβη δὲ
[…] πονηρὸν περιπεσόντων αὐτῶν τῇ κατὰ τοὺς νόμους κολάσει,
ἵνʼ ὦμεν εὐεργετημένοι. διευτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.