no image
DDbDP-text
[… ? lines lost …]
[… 1 line lost …]
…………… μηδενὸς δικαίου ἀντεχόμενος …κωλυ… περὶ τοῦ μηντοι…[…]
…[…]… τούτου μετακωλυ…ης
αὐτοὶ ἕνεκα τοῦ ἐπικαταφέρεσθαι τῆι
καταει ἐκρίναμεν τὸ θέλον αὐτοῦ ποιήσασθαι ἀλλήλοις θέμενοι ὁμολογίαν τῶν
κεχειρογραφημένων ἔχειν ἡμᾶς ἀπὸ τοῦ τοίχου
δίμοιρον μέρος, αὐτὸν δὲ τὸ λοιπὸν τρίτον,
βεβαιώσαντες καὶ ὑπὲρ τοῦ μὴ διακωλύσειν
μήτʼ ἐνκαλέσειν τρόπωι ὡιτινιοῦν ὁρισθέντων κατὰ τοῦ παραβαίνοντος ἐπιτίμων,
[…]…σθος ἀπηλπικὼς τὸ καλῶς ἔχον
κατὰ τὴν τοῦ ὁμολογίου συγγραφὴν διακωλύσειν
τρόποις ἐνχρώμενος μέχρι τοῦ περιεῖναι ἡμῖν
ἀντὶ τοῦ τρίτου τοῦ τοίχου τὸ ἥμισυ , περικατάλημπτοι ὄντες επεστη…λε…μάτων ἐχόμενα, μὴ μόνον βλάβαις ἀλλὰ καὶ αἰτίαις
περιτραπῶμεν, τὰ δὲ νῦν τοῦ καιροῦ παραδεδεξιωκότος προήγμεθα τὴν ἐπὶ τούτων
ποιήσασθαι ἔφοδον. ἀξιοῦμεν ἐὰν φαίνηται
συντάξαι γράψαι Ἀδράστωι φρουράρχωι τὸν
ἐγκαλούμενον καταστῆσαι ἐπὶ σέ, ὅπως ἐπαναγκασθῇ ἀποκαταστῆσαι ἡμῖν ἐν πλείονι τὸ
παρὰ τὴν συγγραφὴν βεβιαφορημένον μέρος
ἕκτον εἰς τὴν ἀρχαίαν τάξιν καὶ ἐκτείσῃ τὰ βλάβη καὶ τὰ ἴσα καὶ τύχῃ ὧν προσήκει, ἵνʼ ὦμεν
ἀντειλημμένοι. εὐτύχει
τοῖς γραμματεῦσι ἔτους γ …
γράψατε τῷ φρουράρχῳ παραγγελῆναι καταστῆσαιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.