no image
DDbDP-text
Letter from Hermon to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 889.
Each record below describes this same artifact or text from a different angle.
Ἕρμων Ζήνωνι. ἐγράψαμεν ὅτι ἄγει σοι Πατροκλῆς κορμοὺς ρ· προσενεβλήθη τῆς ἐπιστολῆς γραφείσης κ · ὡσαύτως δὲ καὶ περὶ Ζήνωνος τοῦ Πανακέστο ρος ὅτι ἄγει σοι φυτὰ σε, καὶ προσενεβλήθη τῆς ἐπιστολῆς γραφείσης λε ὥστε γενέσθαι σμ γίνονται τῶν μ φόρετρα ὀβολοὶ 4 1/2 1/4 γίνονται τῶν σμ τὰ φόρετρα δραχμαὶ δ ὀβολοὶ δ 𐅵. ἔνεισι δὲ καὶ ἐν τοῖς κορμοῖς τοῖς λδ φυτὰ ζ, ἃ αι ἐὰνἐὰμ μή σοι ἀρέσῃ. σὺ οὖν ἐπίσκεψαι· φάσ κουσιν γάρ σε προσδέχεσθαι καὶ ὅτι ἕτερα ἤδη προσδέδεξαι· ἐμοὶ μὲνμὲγ γὰρ οὐκ ἀρεστά ἐστιν. εἰ οὖν σοι ἀρέσκει, γράψον ἡμεῖν, ἵνα καὶ ἄλλα ἐμβαλώμεθα. εμβαλλεσθ ἀπόστειλον δὲ εἰς ἀνήλωμα· ἃ γὰρ ἔλαβον ἀνήλωται· ἐδώκαμεν γὰρ εἰς τὰ φυτά. ἔρρωσο. ἔτους λγ, Χοίαχ ιθ. Ἕρμων περὶ τῶν ἐλαίνων φυτῶν. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.