no image
DDbDP-text
Royal oath via HGV-meta
Royal oath of a ship captain of Apollonios not to carry dutiable goods. A royal oath, written out twice, sworn by Metchopsis son of Pherenouthis of Bubastis, captain of a Kasiotic-type ship belonging to Apollonios the finance minister. He swears not to load or allow others to load dutiable goods on the ship and not to bypass the customs guard-posts. It dates to spring 250 BC, probably at Alexandria. machine translation
Linked by Trismegistos ID
TM 933.
Each record below describes this same artifact or text from a different angle.
[r]
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους λε,
ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Ἀνδρομάχου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν,
κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βιλιστίχης τῆς Φίλωνος, μηνὸς Δύστρου.
ὀμνύει βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Βερενίκης
Σωτήρων καὶ Ἀρσινόην Φιλάδελφον θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Σωτῆρας
τοῦς τούτων γονεῖς Μετχῶψις Φερενούθιος Βουβαστίτης
κυβερνήτης Κασιωτικοῦ Ἀπολλωνίου τοῦ διοικητοῦ μηθὲν ἐμβαλεῖσθαι εἰς τὸ Κασιωτικὸν τελωνίσιμον παρευρέσει
μηδεμίαι μήτε ἄλλωι μηθενὶ ἐπιτρέψειν ἐμβαλέσθαι μητὲ
παράξειν τὰς φυλακάς. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐφιορκοῦντι
δὲ τὰ ἐναντία.
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους λε,
ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Ἀνδρομάχου Ἀλεξάνδρου καὶ θεῶν
Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βιλιστίχης τῆς Φίλωνος, μηνὸς Δύστρου. ὀμνύει
βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Βερενίκης Σωτήρων καὶ Ἀρσινόην Φιλάδελφον θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Σωτῆρας
τοὺς τούτων γονεῖς Μετχῶψις Φερενούθιος Βουβαστίτης
κυβερνήτης Κασιωτικοῦ Ἀπολλωνίου τοῦ διοκητοῦ μηθὲν
ἐμβαλεῖσθαι εἰς τὸ Κασιωτικὸν τελωνίσιμον παρευρέσει μηδεμίαι μήτε ἄλλωι μηθενὶ ἐπιτρέψειν ἐμβαλέσθαι μήτε παράξειν τὰς
φυλακάς. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ τὰ
ἐναντία.
[v]
Μετχώψιος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.