no image
DDbDP-text
Memorandum to Zenon from Pais via HGV-meta
Linked by Trismegistos ID
TM 1122.
Each record below describes this same artifact or text from a different angle.
ὑπόμνημα Ζήνωνι παρὰ Πάιτος ταπιδυφάντουταπιδοφάντου. περὶ ὧν ἔδωκά σοι περὶ Νεχθεμβέως τοῦ ταπιδυφάντουταπιδοφάντου, ὅς ἐστιν στασιαστής, ἐφάνη ἐπʼ ἀληθείας ὅτι νενόσφισται ἀπὸ τῶν ἀμφιτάπων. ὁ δὲ σταθεὶς ἐχθὲς ἔτι ὑγρὸς ἦν καὶ ἐγενήθη ἐλάσσω μνῶν ϛ. καὶ ἄλλα δὲ ἔτι τούτων ἀτοπώτερα ἀπείργασται, περὶ ὧν ἐὰν βούλῃ ἐπισκέψασθαι, δίκαιόν ἐστιν τὰς χεῖραςχέρας αὐτοῦ ἀποκόψαι. ἔλασσον γὰρ πεποί ηκεν πήχεως τὸ μῆκος τῶν ἀμφιτάπων καὶ τὸ πλάτος παλαιστῶν δύο , ὥστε μὴ ἁρμόσαι κλίνηικλείνηι· καὶ ὅτε ἤμελλον στῆσαι τοὺς ἀμφιτάπους, ἐπέθηκεν ἐπὶ τὸν ζυγὸν καὶ τὸν στήμονα. οὐ δίκαιον οὖν ἐστιν οὕτως εἶναι. πρὸς τῶι οὖν ταῦτα ἀπεργά σασθαι καὶ τοὺς λοιποὺς προσδιέφθειρεν ταπιδυφάνταςταπιδοφάντας. εἰ οὖν σοι δοκεῖ καὶ ἐάσῃς με δειγματίσαι πρὸς αὐτούς, τῶν ιδ ἀμφι τάπων δώσω σοι ἀμφιτάπους πλείους δύο . ἐπεὶ δὲ ἔγνω ὅτι κατελέγχεται ὑπʼ ἐμοῦ, ἤμελλεν ἀναχωρῆσαι ἐχθές. συνέλαβον δὲ αὐτὸν καὶ ἀπήχθη εἰς τὸ δεσμωτήριον. ταῦτα δὲ ἐνεφάνισά σοι ὅπως ἂν μηθείς σε παρακρούηται καὶ ἐγὼ πολυωρίας τύχω. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.