no image
DDbDP-text
Letter to Zenon from Somoelis via HGV-meta
Linked by Trismegistos ID
TM 1147.
Each record below describes this same artifact or text from a different angle.
Ζήνωνι χαίρειν Σομοῆλις φύλαξ ἐκ Φιλαδελφείας. κατεσπάρκαμεν τὴν τηνεῖ Ἀμανδε…[…] ὑπάρχουσιν οὖν σοι παρʼ ἐμοῦ πυροῦ ἀρτάβαι κ
εἰς τὸν σπόρον. ἀναφέρω δέ σοι ταῦτα· καὶ μὴ ἀδικηθῶ ὑπὸ Ἐτεάρχου
μήτε κατὰ τοῦτο μήτε κατʼ ἄλλο μηθέν. ἐπέκλασεν γάρ μου
[…]…ον ἀνγαρεύων διὰ παντός. καλῶς ἂν οὖν ποιήσαις γράψας
μοι ἐπιστολὴν πρὸς αὐτόν, ἵνα πρόνοιαν ἡμῶν ποιῆται καὶ
μὴ ἀδικώμεθα. δύναμαι δέ σοι καὶ συναγοράσαι κριθῆς ἀρτάβας Α
παρὰ τῶν ἱππέων, παρὰ δὲ γεωργοῦ οὐθενός, ἵνα μηθεὶς
ἀντιλέγηι. καὶ εἰ δυνατόν ἐστιν, προσκατασκεύασον θησαυρόν·
ὁ γὰρ ὑπάρχων οὐχ ἱκανός ἐστι χωρεῖν τὸν σῖτον τὸν ἐνιαυτὸν
τοῦτον. φυλάσσω δὲ καὶ τὸν τηνεῖ θησαυρὸν λαμβάνων οὐθέν,
οἱ δὲ ἐκ Φιλαδελφείας δίδουσίν μοι πυροῦ ἀρτάβας α 𐅵. οὐχ ἱκανὸν οὖν
ἐστιν οὐδὲ τὰ παιδάρια διαβόσκειν, εἰ μὴ αὐτός τι προσεργάζομαι.
εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.