no image
DDbDP-text
Memorandum from Nikias to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1113.
Each record below describes this same artifact or text from a different angle.
ὑπόμνημα παρὰ Νικίου
Ζήνωνι. ἀπεστείλαμεν εἰς
Βοῦτον τοῦ Μεμφίτου πῶλον
θηλυκὸν ἐπὶ χόρτον ἑβδόμηι.
ἀποπηδᾶι τῆι ὀγδόηι ἐπιζητῶν τὴν μητέρα. ἀπῆλθε δὲ
τὴν ὁδὸν ἧι εἰώθει πορεύεσθαι.
λαβόντες οἱ φυλακῖται οἱ ἀπὸ
Σιμυρὰ ἀπέκλεισαν αὐτόν. ἐδίωξεν φυλακίτης ἐκ Βούτου
καὶ σύγγαμβρός τίς μου κατὰ
τὸ ἴχνος. ἐλθόντες οὖν ἐπελάβοντο τοῦ ὑποζυγίου. παραγενομένου Νουμηνίου τοῦ φυλακίτου, προσαπήγαγεν αὐτούς.
δέομαι οὖν σου, εἴ σοι δοκεῖ, γράψαι αὐτῶι περὶ τούτων.
εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.