no image
DDbDP-text
Letter to Zenon from Amenneus via HGV-meta
Linked by Trismegistos ID
TM 1022.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ζήνωνι χαίρειν Ἀμεννεὺς ὑοφορβός. ἐν τῶι συνταγῆναι ἡμῖν ἀναθρέψαι τὰ
εἰς τὰ Ἀρσινόεια ἱερεῖα θεὶς τὸ ἱμάτιον ἐνέχυρον ἐπριάμην καὶ ἀνέθρεψα,
ὅπως μηθέν μοι ἐγκαλῆις. ὡς δὲ κατήγαγον αὐτὰ ἀπελθὼν εἰς τὴν
[…]ν ἀπόλωλεν ἡμῶν ἱερεῖα β, καὶ εὗρον τὸν ἔχοντα, ὁ δὲ
οὐθὲν ἡμῖν ἀποδέδωκεν μέχρι ἂν σὺ γράψηις, καὶ ὑπὸ κροκοδίλου
…[…]…[…]…κ…σθαι α[…]…[…] οὐκ ἀφηιρούμην αὐτὰ …νι[…]ν
ὑπὸ τῶν ἐν τῆι κώμηι ὅτι μὴ ἀφέληι. γράψον οὖν αὐτοῖς καὶ Τιμοθέωι
ὅπως μηθὲν τοιοῦτο γίνηται. Σε[…]…ς δέ, περὶ οὗ σοι ἔδωκα τὴν ἔντευξιν,
οὐκ ἐᾶι με νέμειν τὰ ἱερεῖα.
εὐτύχει.
[v]
ἔστιν τὰ ὀνόματα
τῶν ὑφῃρημένων
τὰ ἱερεῖα
Κ…[…]πις Ψενπεσῶτος
κώμαρχος ἱερεῖον α
Ἀριστόβουλος ἱερεῖον α
ὃν παρέδειξα τοῖς φυλακίταις
καὶ νυκτὸς ἀπώλετο
ἱερεῖον α
περὶ οὗ ἐνέτυχον τοῖς φυλακίταις καὶ αὐτοὶ ἔφασαν
εἶναι παρὰ Λευκίππωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.