no image
DDbDP-text
[r]
Ζήνωνι χαίρειν Ψενόβαστις.
εἴ σοι δοκεῖ, καλῶς ποιήσεις γράψας
Παυῆι τῶι βασιλικῶι γραμματεῖ
ὅπως ἂν πολυωρῆι ἐάν τι εὔγνωμον αὐτὸν ἀξιῶμεν. γίνωσκε δὲ
ἡμᾶς καὶ τοὺς ἀμφιβολεῖς
ἐκλαμβάνοντας τοὺς ἀπὸ χερὸς
ἀμφιβάλλοντας ἵνα μηθεὶς
ἕτερος ἐπιπορεύηται ἐπὶ τὰς
νήσους. γράψον δὲ οὖν Παυῆι ἵνα μὴ
ἀντικόπτηι ἡμῖν.
εὐτύχει.
[v]
Ψενοβάστις.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.