no image
DDbDP-text
Estimate of the cost of painting windows via HGV-meta
Estimate of the cost of painting windows in the king's lodging. A cost estimate for encaustic painting of the windows in the king's lodging, specifying colours (red ochre, blue, violet, wood-colour, bitumen) for different rooms and the price per window, with a list of materials needed. It comes from the Zenon archive, mid-3rd century BC, probably Philadelphia in the Fayum. machine translation
Linked by Trismegistos ID
TM 1471.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἐν τῶι καταλύματι
τοῦ βασιλέως·
τὰς θυρίδας τὰς ἐν
τοῖς παροδίοις τοίχοις οὔσας κανονωτὰς καὶ τὰς εἰς τὴν
αὐλὴν βλεπούσας
γείνονται εἰς τὸ αὐτὸ λη
ἐγκαῦσαι τὰ πλάγια μίλτωι, τὰ δʼ ἀντία κυάνωι, τὰ δὲ πλινθεῖα ξυλοειδεῖ, τὰ δʼ ὠτία τῶν ἐχουσῶν ἀσφάλτωι· σὺν ἀνηλώματι καὶ μισθῶι εἰς ἑκάστην θυρίδα δραχμὴ α ἡμιώβελιον , καὶ
τὰς θυρίδας τὰς τοῦ
ὑδροψυκτίου οὔσας β
κομβάλια τὰ μὲν καμμάλια ἐγκαύσει ἴωι,
τὸν δέ σταθμὸν ἐγκαύσει ξυλοειδεῖ καὶ
τὰ πλάγια· ἀνήλωμα καὶ μισθὸς εἰς
ἑκάστην θυρίδα
δραχμαὶ γ τετρώβολον ἡμιωβέλιον. εἰς ταῦτα
κηροῦ μναῖ ιε τιμὴ δραχμαὶ ι,
καὶ ἀσφάλτου μναῖ β τιμὴ
δραχμαὶ β, μίλτου 𐅵 τιμὴ
διώβολον, πίσσης κοτύλαι γ
τιμη[…], κυάνου
[…]τιμὴ δραχμὴ α
[2]
τὰς θυρίδας τὰς ἐν
τῆι ἐξέδραι οὔσας
τέσσαρας ἐνκαῦσαι τοὺς κανόνας
αὐτῶν ἴωι καὶ τὰ
πλινθεῖα ξυλοειδεῖ·
εἰς ἑκάστην ἀνήλωμα καὶ μισθῶι δραχμὴ α ἡμιώβελιον χαλκός 1.
καὶ τὰς τοῦ οἴκου
οὔσας β κανονωτὰς
τὰ ἔσω βλέποντα
ἐνκαῦσαι ξυλοειδεῖ
τοὺς κανόνας καὶ τὰ
πλινθεῖα· εἰς ἑκάστην
ἀνήλωμα καὶ μισθὸς δραχμὴ α ὀβολὸς ἡμιωβέλιον
καὶ τοῦ κοιτῶνος
θυρίδας κανονωτὰς
τὰ ἔσω βλέποντα
οὔσας η ἐνκαῦσαι ξυλοειδεῖ
τοὺς κανόνας καὶ
τὰ πλινθεῖα·
ἀνήλωμα εἰς ἑκάστην
καὶ μισθὸς δραχμὴ α ἡμιώβελιον
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.