no image
DDbDP-text
Receipt of donkey-drivers of Oxyrhyncha for transport charges on public grain. Receipt addressed to the public bank of Sabinus and partners, in which the public transport animal-keepers of Oxyrhyncha, through their representative Plouton, acknowledge payment of 48 drachmas 2 chalkoi for carrying wheat and barley of year 17 from the Polemon division to the harbours. It was written in February 155 AD, in the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 10462.
Each record below describes this same artifact or text from a different angle.
[5]
Σαβείνωι καὶ μετόχοιςδημοσίοις τραπεζίταις.
οἱ ὑπογεγραμμένοι δημόσιοι κτηνοτρόφοι
κώμης Ὀξυρύγχων διὰ Πλούτωνος ἀποσυσταθέντος ἀπέχομεν
παρʼ ὑμῶν τὰς ἐπισταλείσας
ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος
ὑπὲρ φορέτρου ὧν ἐποιήσαμεν
ἀπεργασιῶν ἀπὸ τῆς Πολέμωνος
μερίδος εἰς ὅρμους …νε…ς
ἀπεργασίας ἐπʼ αὐτοῦ γενομένης
γενήματος ιζ ἔτους, πυροῦ ἀρταβῶν ε γ η καὶ
κριθῆς ἀρτάβης 𐅵 γ ιβ, ὡς τῆς ἀρτάβης τοῦ
μὲν πυροῦ ἑκάστης δραχμῶν η, μγ διώβολον, τῆς
δὲ κριθῆς δραχμὰς δ τετρώβολον χαλκοῦς 2· τὸ πᾶν δραχμὰς μη χαλκοὺς 2
ἔστι δέ·
Πρωτᾶς Πρωτᾶ καὶ Εσητ Ἥρωνος
πυροῦ ἀρτάβας ε ϛ κριθῆς ἀρτάβης δ.
Ὧρος Πασῆτος πυροῦ ἀρτάβης δ κδ
Νεμείας Ἡρακλήου κριθῆς ἀρτάβης 𐅷.
γίνονται αἱ προκείμεναι.
Πλούτων ὁ προγεγραμμένος ἀπέχω
τὰς προκειμένας δραχμὰς τεσσαράκοντα
ὀκτὼ δίχαλκον· γίνονται δραχμαὶ μη χαλκοῖ 2
ἔτους ιη Αὐτοκράτορος Καίσαρος
Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου
Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ κθ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.