no image
DDbDP-text
Receipt of donkey-drivers of Memphis for grain transport charges. Receipt issued to the public bank of Deios and partners by six state donkey-drivers of the village of Memphis, through their representative Herakleides, for 208 drachmas 4 obols paid as transport charges for carrying wheat and barley from the granaries of the Polemon division to the harbours. It was written at Ptolemais Euergetis in the Arsinoite nome on 26 February 155. machine translation
Linked by Trismegistos ID
TM 10466.
Each record below describes this same artifact or text from a different angle.
[9]
Δείωι καὶ μετόχοις δημοσίοις τραπεζίταις.
οἱ ὑπογεγραμμένοι δημόσιοι κτηνοτρόφοι
κώμης Μέμφεως διὰ Ἡρακλείδου
ἀποσυσταθέντος ἀπέχομεν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν
ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου τὰ κατὰ
τὴν στρατηγίαν τῶν β μερίδων ἃς ᾐτησάμεθα ἐπισταλῆναι ὑπὲρ φορέτρων
πυροῦ οὗ ἐδηλώθημεν
κατηχέναι ἀπὸ θησαυρῶν Πολέμωνος μερίδος εἰς τοὺς ὅρμους
ἀπεργασίας ἐπʼ αὐτοῦ γενομένης γενήματος ιζ ἔτους
πυροῦ ἀρταβῶν κε ιβ κριθῆς ἀρτάβης α 𐅷, τιμῆς ὡς
τῆς ἀρτάβης τοῦ μὲν πυροῦ ἑκάστης δραχμῶν η, δραχμὰς σ τετρώβολον,
τῆς δὲ κριθῆς ὡς τῶν ρ ἀρταβῶν δραχμῶν υπ, δραχμὰς η,
τὰς εἰς τὸ αὐτὸ ἀργυρίου δραχμὰς ση τετρώβολον. εἰσὶ δέ·
Θεαντρων ……σιος πυροῦ ἀρτάβας ζ γ ιβ,
κριθῆς ἀρτάβης 𐅷. Ἀλύπιος Τεσενούφεως πυροῦ ἀρτάβας γ δ κδ.
Ἀφροδίσιος Σωκράτους πυροῦ ἀρτάβας γ γ η
κριθῆς ἀρτάβης γ. Φανίας Σαραπίωνος
πυροῦ ἀρτάβας γ 𐅷 η, κριθῆς ἀρτάβης γ. Ἀφροδίσιος
Ἀφροδισίου πυροῦ ἀρτάβας γ 𐅵 η κριθῆς ἀρτάβης γ.
Ὧρος Ἡρακλήου πυροῦ ἀρτάβας γ 𐅵. γίνονται αἱ προκείμεναι
ἀκολούθως τῶι ἐπιστάλματι.
Ἡρακλείδης ὁ ἀποσυσταθεὶς νομογράφος
ἀπέσχηκα τὰς προκείμενας δραχμὰς διακοσίας ὀκτὼ τετρώβολον·
γίνονται ση τετρώβολον.
ἔτους αη Ἀντωνείνου Καίσαρος τοῦ κυρίου
Φαμενὼθ β.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.