no image
DDbDP-text
Apollonides to Zenon regarding Mattresses via HGV-meta
Linked by Trismegistos ID
TM 1735.
Each record below describes this same artifact or text from a different angle.
Ἀπολλωνίδης Α Ζήνωνι χαίρειν. ἔγραψάς μοι δοῦναι ἀντὶ τῶν τεσσαρακοντα μναίων τῶν δύο στρωμάτων Κρίτωνι ταλαντιεῖον. ἐγὼ δὲ κατεσκεύασά σοι ἀντὶ τῶν τεσσα ρακονταμναίων δύο περιπόρφυρα πεντηκονταμναῖα ἀρίστης κρασπεδώσεως. καὶ εἰς ταῦτα τὰ δύο εἴληφα παρὰ Κρίτωνος κάτεργον μὲν τῆς μνᾶς ὀβολοὺς β 𐅵, γίνονταιγίνεται μνῶν ρ δραχμαὶ μα τετρώβολον, καὶ εἰς βαφὴν ἀμφοτέρων τῶν στρωμάτων δραχμὰς κ καὶ μισθὸν κρασπεδώσεως δραχμὴν α, τὸ πᾶν δραχμαὶ ξβ τετρώβολον, καὶ δέδωκα αὐτῶι ἀμφότερα τά στρώματα. εἰς δὲ τὰ ἑπτὰ ἃ ἔγραψάς μοι κατασκευ άσαι ἔχω ἕως λόγου δραχμὰς υ. ἔσται οὖν ὥσπερ ἐπέσταλκαςἐφέσταλκας. συνηγόρακα δʼ αὐτῶι καὶ τὰ ἱερεῖα. ἔρρωσο. ἔτους κθ Παχὼνς κε. καὶ ἄλλου ὅτου ἂν χρείαν ἔχηις γράφε ἡμῖν. Ἀπολλωνίδης περὶ στρωμάτων καὶ ἱερείων ὧν δέδωκεν Κρίτωνι. ἔτους κθ Δαισίου κγ. ἐν Ἀρσινόηι. ΖήνωνιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.