Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.col.3.54
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους λ ἐφʼ ἱερέως Ἀλεξάνδρου τοῦ Λεωνίδου Ἀλεξάνδρου καὶ θεῶν ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Πρεπούσης τῆς Δημητρίου, μηνὸς Πανήμου, Αἰγυπτίων δὲ Ἐπεὶφ ι, ἐξέλαβεν Ἡγήσαρχος Θεοπόμπου καὶ Θεόπομπος Ἡγησάρχου καὶ Νικόδημος Ἡγησάρχου οἱ τρεῖς Μακεδόνες τῆς ἐπιγονῆς παρὰ Ζήνωνος τοῦ Ἀγρεοφῶντος Καυνίου τῶν περὶ Ἀπολλώνιον τὸν διοικητὴν ἀπὸ τῶν δεδομένων παρὰ τοῦ βασιλέως ἐν τῶι Ἀρσινοίτηι νομῶι κατὰ Φιλαδέλφειαν Ἀπολλωνίωι τῶι διοικητῆι ἀρουρῶν μυριάδος α γῆς σπορίμου ἐν τῶι γ περιχώματι τῶι ἀπὸἀπ βορρᾶορρᾶ πρὸς νότον ἀρούρας ρ εἰς ἐνιαυτόν, ἑκάστην ἄρουραν πρὸς πυρὸν ἀνὰ ἀρτάβας ζ η ἀκίνδυνον καὶ ἀνυπόλογον παντὸς ὑπολόγου. δοθήσεται δὲ εἰς μὲν τὴν πυροφόρον σπέρμα τῆι ἀρούρᾳ ἀρτάβης 𐅵, εἰς δὲ τὴν κριθοφόρον κατὰ λόγον καὶ εἰς ἀνήλωμα ἑκάστηι ἀρούρᾳ κριθῆς ἀρτάβη α καὶ εἰς βοτανισμὸν κριθῆς ἀρτάβης 𐅵 καὶ εἰς ξυλοκοπίαν ἐὰν ἐμπίπτηι κοπὰς ὅσον ἂν συγκριθῇ ἱκανὸν εἶναι διδόσθαι εἰς ἑκάστην ἀρουρῶν. ἀπομετρούντωνἀπομετρείτωσαν δὲ Ἡγήσαρχος καὶ Θεόπομπος καὶ Νικόδημος τὸν σῖτον εἰς τὸ ἐκφόριον ἐν τῶι ἐνἐμ Φιλαδελφείαι θησαυρῶι κατὰ τὸ σιτολογικὸν διάγραμμα ἐνἐμ μηνὶ Δαισίωι τῶι ἐν τῶι λα ἔτει, ὡσαύτως δὲ καὶ ὃν ἂν λαμβάνωσινλαμβάωσιν σῖτον εἰς σπέρμα καὶ βοτανισμὸν καὶ ἀνήλωμα καὶ ὅσον ἂν ἀργύριον εἰς τὴν κοπάδα δανείσωνται ἢ σῖτον ἀντὶ τοῦ ἀργυρίου, τῶντῶμ μὲν πυρῶν τὴν ἀρτάβην πρὸς χαλκὸν δραχμὴν α διώβολον, τῆς δὲ κριθῆςκατὰ λόγον. κατασπειράντωνκατασπειράτωσαν δὲ Ἡγήσαρχος καὶ Θεόπομπος καὶ Νικόδημος ἧς ἐξειλήφασι γῆς τὰ μὲν δύο μέρη πυρῶι, τὸ δὲ τρίτον μέρος κριθῆι. ἐὰν δὲ μὴ ποιῶσι καθὰ συνεγράψαντο ἐξέστω Ζήνωνι ἑτέροις ἀπομισθοῦν τὴν γῆν. τὸ δὲ βλάβος ὃ ἂν καταβλάψωσικαταβλάβψωσι τὴν Ἀπολλωνίου πρόσοδον ἢ πρὸς τὸ ἐκφόριον καὶ τὰ δάνεια ὃ ἂν προσοφειλήσωσιπροσοφειληισωσι ἀποτεισάντωνἀποτεισάτωσαν Ζήνωνι παραχρῆμα ἡμιόλιον. ἡ δὲ πρᾶξις ἔστω Ζήνωνι ἢ ἄλλωι ὑπὲρ αὐτοῦ πράσσοντι ἔκ τε αὑτῶν καὶ τῶντου ἐγγύωνεγγυου καὶ τῶν ὑπαρχόντων αὐτοῖςαυτοων πάντων καὶ ἐξ ἑνὸς καὶ ἐκ πάντων ὡς πρὸς βασιλικά. ἔγγυοι τῶν κατὰ τὴν συγγραφὴν εἰς ἔκτεισιν οἱ συγγεγραμμένοι ἀλλήλων καὶ Ἀμμώνιος Θέωνος Κυρηναῖος τῶν ἐπέργων. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες, Δᾶμις Κλέωνος, Σώστρατος Κλέωνος, οἱ δύο Ἑλενεῖοι, Θεόπομπος Ἀριστίωνος Θεσσαλὸς ἰατρός, Διόδωρος Ζωπύρου Μάγνης τῶν περὶ Ἀπολλώνιον τὸν διοικητήν, Ἀγαθῖνος Πύρρου Κυρηναῖος τῶν ἐπέργων. Ἀνόσις Τοτορχοίτος Σαίτης κωμογραμματεὺς Φιλαδελφείας. συγγραφοφύλαξ Δᾶμις. ἔστιν τὸ ἐκφόριον τῶν ρ ἀρουρῶν εἰς πυρὸν ἀρτάβαι ψιβ 𐅵ψπε 𐅵 δ καὶ σπέρμα ἔχουσι εἰς πυρὸν ἀρτάβας ογ δ καὶ τὸ δεδόμενον εἰς τὸν σπόρον καὶ τὰ λοιπὰ ἔργα χαλκοῦ δραχμαὶ ρ αἳ πυροῦ κατὰ τὴν συγγραφὴν τῆς μισθώσεως ὡς τῶν πυρῶν ἀρτάβης α δραχμῆς α διώβολον ἀρτάβαι οε. γίνονται πυροῦ ἀρτάβαι ωξ 𐅵 δ. vestiges εἰς τοῦτο μεμετρήκασι πυροῦ ἀρτάβας ογ δ ὀφείλουσι πυροῦ ψξθ 𐅵 γ ιβ εἰς τὸ ἀποδοχεῖονἀποδοχῖαν εἰς πυρὸν ἀρτάβαι ιζ 𐅵 ιβ. καὶ ἡμιολίαν ἀπὸ ἔτους λα ἕως τοῦ λε ἔτους ἐτῶν ε ἑκάστου ἐνιαυτοῦ πυροῦ ἀρτάβαι τμζ γ τῶν δὲ ε ἐτῶν πυροῦ ἀρτάβαι Αψλϛ 𐅷 τὸ πᾶν ὀφείλουσι πυροῦ ἀρτάβας Βφ ϛ 𐅵 ιβΒφλβ γ ιβ κε ιβ 𐅵 ἔτους λγ, μηνὸς Ξανδικοῦ. ἡμέραν προσθεῖναι. Ζήνων Θεόπομπον Ἡγησάρχου Μακεδόνα τῆς ἐπιγονῆς πρὸς τὸ λοιπὸν τοῦ ἐκφορίου οὗ προσωφείλησαν πρὸς τὸ λα ἔτος τῶν ρ ἀρουρῶν ὧν ἐξέλαβεν μετὰ Ἡγησάρχου καὶ Νικοδήμου ἐν ταῖς μυρίαις α ἀρούραις ταῖς δεδομέναιςδεδομεναισς ὑπὸ τοῦ βασιλέως ἐν δωρεᾶι Ἀπολλωνίωι τῶι διοικητῆι περὶ Φιλαδέλφειαν τοῦ Ἀρσινοίτου. Κράτωνι ὑπηρέτηι Διογένους πράκτορος τῶν ἰδι ωτικῶν. πρὸς πυρὸν ἀρτάβας χϙδ 𐅵 γ ιβ. προσθεῖναι δεῖ τὴν ἡμιολίαν κατὰ τὴν συγγραφὴν καὶ τὴν τιμὴν παντὸς ὑποθεῖναι κατὰ τὸ διάγραμμα τὸ περὶ τῶν σιτικῶν ἐκκείμενον. vestiges vestiges vestiges ἐπισκέψασθαι δὲ καὶ ἐν τῶι βασι λικῶι. δεῖ πράκτορι παραδεῖξαι τὴν τιμὴν παντὸς κατὰ τὴν συγγραφήν. προσθεῖναι τὴν πρᾶξιν εἶναι πρὸς βασιλικά. ἔσται δὲ καὶ ἡ κρίσις ἐὰν ἀντιλέγηι ὀλίγον ὑστέρα. περὶ γὰρ τῶν τοιούτων ἐπεὶ κριτήριον οὐχ ὑπάρχει ἐν τῶι Ἀρσινοίτηι, ὑπολαμβάνω κρίνειν τὸν στρατηγόν. Writing perpendicular to main text διάλογος πρὸς Θεόπομπον Writing perpendicular to main text διάλογοςCross-references (3)
- TM-Text 1770 primary
- DDbDP-Text p.col;3;54 tier-1
- HGV-Text 1770 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.