Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.col.4.83

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεῖ Πτολεμαίωι χαίρειν Ἀντίπατρος τῶν ἐκ Φιλαδελφείας. ἀδικοῦμαι ὑπὸ Νίκωνος. δανείσας γάρ μου τῆι γυναικὶ Σίμωι ἀργυρίου δραχμὰς ο, τόκου ὡς τὴν μνᾶν τὸντὸμ μῆνα ἕκαστον δραχμῶν ἕξ , καὶ κεφαλαιώσας σὺν τῶι ἀρχαίωι συνεγράψατο συγγραφὴν δανείου πρὸς αὐτὴν δραχμῶν ριε ἐφʼ ἧς ἐπεγρά φην ἔγγυος ἐγώ. ἀπελθόντος δέ μου ἐκ Φιλαδελφείας διὰ τὸ συκοφαντεῖσθαι ὑπὸ Ἀρτεμιδώρου τοῦ παρʼ Ἀπολλωνίου τοῦ διοικητοῦ καὶ ἀνοίξαντος καπηλεῖον ἐν Ἑρμοῦ πόλει τῆι ἄνω, Νίκων ἔγραψεν ἐπιστολὴν εἰς Φιλαδέλφειαν πρὸς Μενέστρατόν τινα ἡμέτερον οἰκέτην ἐν ἧι καὶ γράφει ὅρκον βασι λικὸν συνγράψεσθαι πρὸς ἡμᾶς τοῦ ἀρχαίου αὐτοῦ τῶν ο δραχμῶν. τοῦ δὲ Μενεστράτου μοι γράψαντος εἰς Ἑρμοῦ πόλιν παραγενέσθαι καὶ ἐμοῦ καταπλεύσαντος εἰς Φιλαδέλφειαν, Νίκων ἀναπλεύσας εἰς Ἑρμοῦ πόλιν τὴν γυναῖκά μου ἔφη παραδώσειν τῶι πράκτοριπράκτωρι πρὸς τὸ δάνειον ἐὰνἐὰμ μὴ ἑκοῦσα ἀκολούθηι αὐτῶι. εὐλαβηθείσης δὲ τῆς Σίμου καὶ συνκαταπλευσάσης τῶι Νίκωνι μετὰ τοῦ παιδίου ἀγαγὼν αὐτοὺς εἰς Ἡρακλέους πόλιν κατέκλεισεν παρά τισιν χωρὶς ἑκάτερον. ἡ μὲν οὖν Σῖμον λαθοῦσα ἀπῆλθεν. τὸ δὲ παιδίον ἔτι καὶ νῦν ἔχει συνκεκλεικὼς καὶ ἀξιούντων ἡμῶν ἀποδοῦναι ὅτε μὲν ὁμολογεῖ ἔχειν πρὸς τὸ δάνειον ἠνεχυρακώς, ὅτε δὲ ἀρνεῖται. δέομαι οὖν σου, βασιλεῦ, ἀποστα λῆναι μου τὴν ἔντευξιν ἐπὶ χρηματιστὰς καὶ ἐὰν ἐνδείξωμαι ἀληθῆ ὄντα τὰ διὰ τῆς ἐντεύξεως τυχεῖν Νίκωνα τῆς προσηκούσης τιμωρίας περί τε τῶν τόκων ὧν συνγέγραπται παρὰ τὸ διάγραμμα καὶ ὅτι τὸν ἐλεύθερον εἴρξας ἔχει διʼ αὐτοῦ, ἐμοὶ δὲ ἀποδοθῆναι τὸ παιδίον, ἵνα ἐπὶ σέ, βασιλεῦ, καταφυγὼν τοῦ δικαίου τύχω. εὐτύχει. vestiges

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.