no image
DDbDP-text
Receipts for Deliveries in Kind via HGV-meta
Linked by Trismegistos ID
TM 10506.
Each record below describes this same artifact or text from a different angle.
[1]
[…]…μιλος…
[…]κωμητῶν Καρανίδος πυροῦ καθαροῦυμων
[…]Οὐαλέριος
Ἀντιουρίου[…]…νω
[… 7 lines lost …]
[2]
Ἐπὶφ κγ. παρήνεγκεν Οὐενάφριος
Πτολλᾶ ἐν ὅρμῳ πόλεως
ὑπὲρ δευτέρας ἰνδικτίονος
κωμητῶν Καρανίδος
πυροῦ καθαροῦ ἀρτάβας
δέκα δύο, σίτου ἀρτάβας ιβ μόνας.
Σαραπίων σεσημείωμαι σίτου ἀρτάβας
δώδεκα . Ἄμμων σιτομέτρης ἐμέτρησα.
[3]
Ἐπεὶφ κα. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ἐν ὅρμῳ πόλεως
ὑπὲρ δευτέρας ἰνδικτίονος κωμητῶν Καρανίδος
πυροῦ καθαροῦ ἀρτάβας ἑβδομήκοντα ἑπτὰ δίμοιρον, σίτου ἀρτάβας οζ 𐅷 μόνας.
Σαραπίων σεσημείωμαι σίτου ἀρτάβας ἑβδομήκοντα ἑπτὰ δίμοιρον .
Ἄμμων σιτομέτρης ἐμέτρησα.
Ἐπὶφ κδ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ἐν ὅρμῳ πόλεως
ὑπὲρ δευτέρας ἰνδικτίονος κωμητῶν Καρανίδος
πυροῦ καθαροῦ ἀρτάβας ἕξ, σίτου ἀρτάβας ϛ. Σαραπίων σεσημείωμαι
σίτου ἀρτάβας ἕξ. Ἄμμων σιτομέτρης ἐμέτρησα.
Αὐρήλιος Ἰσίδωρος Καναοῦτ καὶ οἱ κοινωνοὶ ἀποδέκται
Καρανίδος Αὐρηλίῳ Ἀιῶν Σεραπίωνος χαίρειν· ἔσχομεν
παρὰ σοῦ ὑπὲρ δευτέρας ἰνδικτίονος πυροῦ καθαροῦ
ἀρτάβας τρεῖς, ἀρτάβας γ μόνας. Παλήμων ἔγραψα.
Θὼθ κϛ. παρήνεγκε Νῖλος Ἁτρῆ ἐν ὅρμῳ Λευκογίου ὑπὲρ τετάρτης
ἰνδικτίονος κωμητῶν Καρανίδος εἰς πλοῖον Θεωνᾶ Πατερμουθίου
πυροῦ καθαροῦ ἀρτάβας δύο δίμοιρον, ἀρτάβας β 𐅷 μόνας.
Σουχιδᾶς σιτομέτρης σεσημείωμαι.
[4]
Ἐπεὶφ ιε. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ἐν ὅρμῳ πόλεως
ὑπὲρ τρίτης νέας ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας ὀγδοήκοντα ἓξ γ ιβ
, ἀρτάβας πϛ γ ιβ μόνας. …[…]. Ἠλίας σεσημείωμαι
σίτου ἀρτάβας ὀγδοήκοντα ἓξ τρίτον δωδέκατον μόνας.
Μεσορὴ ἐπαγομένων ϛ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου
ἐν ὅρμῳ πόλεως ὑπὲρ τετάρτης ἰνδικτίονος
κωμητῶν Καρανίδος σίτου ἀρτάβας ἑβδομήκοντα
μίαν ἥμισυ τρίτον δωδέκατον, ἀρτάβας οα 𐅵 γ ιβ μόνας.
καὶ Θὼθ κα ὁ αὐτὸς σίτου ἀρτάβας τέσσαρες δίμοιρον .
Ἠλίας σεσημείωμαι […] μόνας.
Θὼθ κϛ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ἐν ὅρμῳ
Λευκογίου ὑπὲρ τετάρτης ἰνδικτίονος κωμητῶν Καρανίδος
εἰς πλοῖον Θεωνᾶ Πατερμουθίου δευτέρου γόμου
πυροῦ καθαροῦ ἀρτάβας πέντε ἥμισυ τρίτον,
ἀρτάβας ε 𐅵 γ μόνας.
Σουχιδᾶς σιτομέτρης σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.