no image
DDbDP-text
Petition to the Praepositus Pagi via HGV-meta
Linked by Trismegistos ID
TM 10525.
Each record below describes this same artifact or text from a different angle.
Διοσκόρῳ καὶ Σωτᾷ πραιποσίτοιςΚαίσωνι πραιποσίτῳ ε πάγου παρὰ Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος τοῦ ὑμετέρου πάγου· τῶν θρεμμάτων Παμού νεως καὶ Ἁρπάλου καταλυμηναμένων ἣν ἔχω σπορὰν καὶ μὴν καὶ τῆς βοὸς αὐτῶν πάλιν ἐν τῷ αὐτῷ τόπῳ καταβοσκηθείσης ὥστε ἀχρή σιμόν μοι τὴν γεωργίαν γενέσθαι, καὶ καταλαβο μένου μου τὴν βοῦν καὶ ἀνάγοντος αὐτὴν ἐπὶ τῆς κώμης ἀπαντήσαντές μοι κατὰ τοὺς ἀγροὺς μετὰ ῥοπάλωνμεγάλῳμεγα ῥοπάλῳ καὶ χαμαιριφῆ ἐμὲ ποι ησάμενοι πληγαῖς κατέκοψαν καὶ τὴν βοῦν ἀφείλαντο ὥσπερ καὶ αἱ περὶ ἐμὲ πληγαὶ δηλοῦσιν, καὶ εἰ μὴ βοηθείας ἔτυχον ὑπὸ τῶν παραγενομένων Ἀντωνίνου διάκο νος καὶ Ἰσὰκ μοναχοῦ τάχα ἂν τέλεόν με ἀπώλεσαν. ὅθεν ἐπιδίδωμι τάδε τὰ ἔνγραφα ἀξιῶν αὐτοὺς ἀχθῆναι ἐπὶ σοῦ καὶ περὶ τῆς σπορᾶς καὶ περὶ τῆς ὕβρεως τηρεῖσθαι ἐμοὶ καὶ τὸν λόγον ἐπὶ τοῦ ἡγεμονικοῦ δικαστηρίου τοῖς ἐσομένοις ὑπάτοις τὸ δ Παῦνι ιβSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.