Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.coll.youtie.1.19
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἀντίγραφον παραχωρήσεως. ἔτους δ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Μεχεὶρ ιδ, ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Φιλόξενα ηαφαβ ὡς ἐτῶν εἴκοσιν ὑποκεχυμένη τὰς ὄψεις καὶ φακὸς ῥώθωνι ἐκἐγ δεξιῶν καὶ οὐλὴοὐληι ὀφρύι μετὰ κυρίου τοῦ αὐτῆς ἀδελφοῦ Μάρωνος ὃς τετελεύτηκεν υἱοῦ αονου τοῦ ὡς ἐτῶν εὐθύρινος οὐλὴοὐληι πήχει ἀριστερῶι ὑπτίωι, τῆι ἑαυτῆς Φιλοξένας ἀδελφῆι Εὐδαι μονίδι ὡς ἐτῶν κβ μέσηι μελίχρωι μακροπροσώπωι εὐθύρινι λευκὸν ὀφθαλμοῦ δεξιοῦ μετὰ κυρίου ὡς ἐτῶν οὐλὴοὐληι μετώπωι ἐκἐγ δεξιῶν, παρακεχωρηκέναι τὴν Φιλόξεναν τῆι Εὐδαιμονίδι εἰς μετε πιγραφὴν ἀπὸ τῆς προγεγραμμένης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὸν ὑπάρχοντα αὐτῆι περὶ κώμην κλῆρον κατοικικὸν ἀρουρῶν μ ἢ ὅσων ἐὰν ἦι καὶ τὰ συνκύροντα πάντα σὺν τοῖς τοῦ δ ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἐκφορίοις, πρὸς αἷς ἐστιν ἐπιβολῆς κώμης ἄρουρα α δ, ὧν γείτονες νότου ὁ κλῆρος καὶ ἐπί τι μέρος πρότερον Μαικηνοῦ καὶ Πωλλίωνος, νυνὶ δὲ βορρᾶ λιβὸς ὁ τῶν τέκνων Εὐάνδρου ἐλαιὼν ἀνὰ μέσον οὔσης τῆς διώρυγος διʼ ἧς ποτίζεται καὶ ἐκχεῖται ὁ κλῆρος, ἀπηλιώτου ὁ πρότερον οττιου κλῆρος, νυνὶνυνεὶ δὲ Ἀλκίμου τοῦ Ἀλκίμου ἐλαιών, καὶ ἐπιτετελεκέναι τὴν αὐτὴν Φιλόξεναν τὰς διὰ τοῦ κατοικικοῦ λογιστηρίου καθηκούσας οἰκονομίας, καὶ ἀπέχειν τὴν Φιλόξεναν παρὰ τῆς Εὐδαιμονίδος τὸ ἀργυρικὸν παραχωρητικὸν πᾶν κεφάλαιον ἐκ πλήρους διά τε χειρὸς καὶ διὰ τῆς πρὸς τῶι Βουβαστείωι τραπέζης, καὶ βεβαιώσειν αὐτὴν Φιλόξεναν καὶ τοὺς παρʼ αὐτῆς τῆι Εὐδαιμονίδι καὶ τοῖς παρʼ αὐτῆς τὸν αὐτὸν κλῆρον πάσηι βεβαιώσει ἀπὸ μὲν δημο σίων τελεσμάτων πάντων σιτικῶν τε καὶ ἀργυρικῶν καὶ ἐπιγραφῶν πασῶν καὶ παντὸς εἴδους ἐκ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ γ ἔτους καὶ αὐτοῦ τοῦ γ ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμ ποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον, τὴν δὲ Εὐδαιμονίδα μετρήσειν εἰς τὸ δημόσιον τὰ ὑπὲρ τῆς ἐπιβολῆς κώμης ἀρούρης α δ καθήκοντα, καὶ παρέξεσθαι τὴν Φιλόξεναν τὸν κατοικικὸν κλῆρον διὰ παντὸς καὶ μηδένα ἐμποιούμενον αὐτοῦ μηδὲ μέρους μηδὲ τῶν ἐξ αὐτοῦ ἐσομένων καὶ μηδένα κωλύοντα Εὐδαιμονίδα μηδὲ τοὺς παρʼ αὐτῆς κυριεύοντας τῶν παρακεχωρημένων ἀρουρῶν καὶ τοῖς ποτισμοῖς καὶ ταῖς ἐκχύσεσι χρωμένους ὡς ἔτι ἄνωθεν εἴθισται, καὶ τὰ ἐξ αὐτῶν ἐσόμενα ἀποφερομένους εἰς τὸ ἴδιον καὶ ὡς βούλονται ἀπαραποδίστως, διοικοῦντας ὑποτιθομένους παραχωροῦντας ἑτέροις περὶ αὐτῶν ὡς ἐὰν αἱρῶνται ἀνεμποδίστως. ἐὰν δὲ μὴμὴι βεβαιοῖ ἡ Φιλόξενα ἢ μὴ παρέχηται, ἣν ἐὰν ποιήσηται Φιλόξενα ἢ ἄλλος ὑπὲρ αὐ τῆς περὶ τούτων ἔφοδον ἢ ἔνκλησιν ἢ ἐμποίησιν ἢ κώλυσιν ἢ διαμφισβήτησιν ἢ κακοτέχνησιν ἄκυρον εἶναι καὶ προσαποτί σειν τὴν Φιλόξεναν τῆι Εὐδαιμονίδι παραχρῆμα τά τε βλάβηβλαβηι καὶ δαπανήματα διπλᾶ καὶ μεθʼ ἡμιολίας καὶ ἐπίτιμονἐπίτειμον ἀργυρίου δραχμὰς Γ καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηδὲν ἧσσον ἡ συνγραφὴ κυρία ἔστω ἐπὶ τὸν ἅπαντα χρόνον. ἀντίγραφον χαραγμοῦ, Ἡρακλείδης Ἡρακλείδου κεχρημάτικα ἔτους δ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Μεχεὶρ ιδCross-references (3)
- TM-Text 10566 primary
- DDbDP-Text p.coll.youtie;1;19 tier-1
- HGV-Text 10566 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.