Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.8.1732

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Δημήτριος ἔτους μηνὸς Ἀπελλαίου Φαῶφι δευτέραι καὶ εἰκάδι ἐν Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέμφιν. ὁμολογεῖ Δημήτριος Ὀλύνθιος τῶν κατοίκων ἱππέων Φιλοξένωι νίου Μακεδόνι τῶν κατοίκων ἱππέων εὐδοκεῖν τῆι γεγονυίᾳ τῶι Φιλοξένῳ διὰ τοῦ ἱππικοῦ λογιστηρίου μετεπιγραφῇ, ἧς παρακεχώρηκεν αὐτῶι ἀπὸ τοῦ κλήρου αὐτοῦ περὶ ας ἀρούρας μιᾶς, ἧς σχοινισμὸς νότου ἐπὶ βορρᾶνβορᾶν σχοινίου ὄγδοονὀγδοου τὰ μέρη ἀπηλιώτου σχοινίου ἥμισυἥνισυ, γείτονες βασιλικὸς Δημητρίου κλήρου, ἀπηλιώτου αι τοῦ αὐτοῦ Φιλοξένου καὶ ἡ παρακειμένη τῶι κλήρωι λεγομένη μ διῶρυξ, ἧι χρήσεται ὁ Φιλόξενος ἀντλῶν εἰς τὴν ἐπιμέλειαν τοῦ ἀμπελῶνος καὶ δένδρων τῶν ὄντων ἐν τῶι σημαινομένωι κλήρωι φιλ ἐπὶ τοῦ φρέατος καὶ τῆι καὶ ὑπάρχειν τῶι Φιλοξένωι καὶ τοῖς ἐγγόνοις κυρίως ἐπὶ τὸν ἅπαντα χρόνον, ἀνθʼ ὧν πεποίηται αὐτῶι ὁ Φιλόξενος εὐχρηστιῶν εἴς τε τοὺς στεφάνους καὶ τὰ ἄλλατἆλλα τοῦ κλήρου βασιλικά, καὶ μήτʼ ἐγκαλεῖν μηδʼ ἐγκαλέσειν μηδʼ ἐπελεύσεσθαι Δημήτριον μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ Φιλοξένῳ μηδὲ τοῖς παρʼ αὐτοῦ περὶ τῆς σημαινομένης ἀρούρας μηδὲ μέρους, ἀλλὰ βεβαιώσειν αὐτῶι πάσηι βεβαιώσει καὶ παρέξεσθαι αὐτὴν καθαρὰν ἀπὸ βασιλικῶν πάντων καὶ ἰδιωτικῶν ὀφειλημάτων καὶ πάσης ἐπιγραφῆς τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τῶν τῆς μετεπιγραφῆς χρόνων, ἀπὸ δὲ ἄλλων παραχωρήσεων ἐπὶ τὸν ἀεὶ χρόνον. καὶ χρήσεται αὐτὸς ὁ Δημήτριος τῷ ὑπὸ τοῦ Φιλοξένου ὀρυχθέντιὀρυγέντι φρέατι ἀντλῶν ἐν παντὶ καιρῷ ἀκίνδυνος ἐὰν δὲ Δημήτριος ἢ ἄλλος ὑπὲρ αὐτοῦ παρασυγγραφῶν ἐπέλθῃ ἐπὶ Φιλόξενον ἢἠι ἐπὶ τοὺς παρʼ αὐτοῦ ἐγκαλῶν ἐγκαλῶν αὐτῶι περὶ τούτων καθʼ ἃ γέγραπται, τὰ μὲν διωμολογημένα κύρια ἔστω, ἡ δʼ ἐσομένη ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτεισάτωσαν Δημήτριος ἢ ὁ ἐπελθὼν ὑπὲρ αὐτοῦ Φιλοξένωι ἢἠι ᾧ ἐὰν ἐπέλθῃ τῶν παρʼ αὐτοῦ ἐπίτιμον ἀργυρίου Πτολεμαϊκοῦ νομίσματος δραχμὰς διακοσίας καὶ τὸ βλάβος καὶ εἰς τὸ βασιλικὸν τὰς ἴσας, καὶ ἡ πρᾶξις ἔστω καθάπερ ἐκἐγ δίκης καθότι ἑκόντες συνεχώρησαν. Δημήτριος Ὀλύνθιος τῶν κατοίκων ἱππέων εὐδοκῶ τῇ γεγονυίᾳγεγονοιίᾳ τῷ Φιλοξένῳ μετεπιγραφῇ, οὗ παρακεχώρηκαπαρακεχόρηκα ἀπὸ τοῦ κλήρου μου ἀμπελῶνος, οὗ ὁ σχοινισμὸς καὶ γείτνιαιγίτνιαι ὑ πρόκειταιπροκαιταιποκαιται καὶ χρήσηται τῇ προσπαρακειμένῃ διώρυγι ἀνθʼ ὧν ηὐχρήστηκεν εἴς τε τοὺς στεφάνους καὶ τὰ ἄλλατάλλα τοῦ κλήρου βασιλικὰ καὶ βεβαιώσωβαιώσω καθ άπερ συνεγράφησυνεγραφηι Δημήτριος ὡς ἐτῶν ξ μέσος μελίχρως κλαστὸς μακροπρόσωπος εὐθύριν. Φιλόξενος ὡς ἐτῶν ξε εὐμεγέθης μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.