Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.8.1733

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Φίλων καὶ ἄλλος Διονυσίωι ὁμολόγιον κα ἔτους καὶ δεκάτου μηνὸς Ἀπελλαίου Φαῶφι μιᾷ καὶ εἰκάδι ἐν Ἡρακλέους πόλει τῇ ὑπὲρ Μέμφιν. ὁμολογεῖ Φίλων Λύκου Μακεδὼν τῶν κατοίκων ἱππέων Διονυσίῳ Διονυσίου Μακεδόνι τῶν κατοίκων ἱππέων εὐδοκεῖν τῇ γεγονυίᾳ τῷ Διονυσίῳ διὰ τοῦ ἱππικοῦ λογιστηρίου μετεπι γραφῇ, ὧν παρακεχώρηκεν αὐτῶι ἀπὸ τοῦ κλήρου αὐτοῦ περὶ π ἐν Πίβτηι τῶν ἐνἐμ μιᾷ σφραγῖδισφραγεῖδι τοῦ πρότερον Φίλωνος κλήρου γῆς ἀρουρῶν τεσσάρων ὧν σχοινισμὸς βορρᾶ ἐπὶ νότον σχοι νία τέσσαρα λιβὸς ἐπʼ ἀπηλιώτην σχοινίον ἕν , γείτονες αὐτῶν νότου λιβὸς Φίλωνος τόποι, βορρᾶ ἀπηλιώτου τῶν περὶ Κόμωνα γῆ, καὶ ὑπάρχειν τῶι Διονυσίωι καὶ ἐκγόνοις κυρίως ἐπὶ τὸν ἅπαν τα χρόνον, ἀνθʼ ὧν παρέσχηκεν αὐτῶι ὁ Διονύσιος εὐχρηστιῶν εἴς τε τοὺς στεφάνους καὶ τὰ ἄλλα τοῦ κλήρου βασιλικά, καὶ μηδʼ ἐνκαλεῖν μηδʼ ἐνκαλέσεινἐνκαλεσέσειν μηδʼ ἐπελεύσεσθαι Φίλωνα μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ Διονυσίῳ μηδὲ τοῖς παρʼ αὐτοῦ περὶ τῶν σημαινομένων ἀρουρῶν τεσσάρων μηδὲ μέρους αὐτῶν, παρέξεσθαι δὲ καθαρὰς ἀπὸ βασιλικῶν πάντων καὶ ἰδιωτικῶν ὀφειλημάτωνὀφιλημάτων καὶ στεφάνων καὶ ἐπιγραφῶν τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τῶν τῆς μετεπιγρα φῆς χρόνων, ἀπὸ δὲ ἄλλων παραχωρήσεων ἐπὶ τὸν ἀεὶ χρόνον βεβαιῶν πάσῃ βεβαιώσει. συνευδοκεῖ δὲ τῇ παραχωρήσει τῶν προκειμένων ἀρουρῶν τεσσάρων ὁ τοῦ Φίλωνος ἀδελφὸς Ἡρακλείδης τοῦ αὐτοῦ πατρὸς Λύκου. ἐὰν δὲ Φίλων ἢ Ἡρακλείδης ἢ ἄλλος ὑπὲρ αὐτῶν παρασυνγραφοῦντες ἐπέλθωσι ἐπὶ Διονύσιον ἢ ἐπὶ τοὺς παρʼ αὐτοῦ ἐνκαλῶν αὐτῷ περὶ τούτων καθʼ ἃ γέγραπται, τὰ μὲν διωμολογημένα κύρια ἔστω, ἡ δʼ ἐσομένη ἔφοδος ἄκυρος ἔστωἔστωι καὶ προσαπο τεισάτωσαν Φίλων ἢ Ἡρακλείδης ἢ ὁ ἐπελθὼν αὐτῶν ἢ ὁ ὑπὲρ αὐτῶν Διονυσίῳ ἢ ᾧ ἐὰν ἐπέλθῃ τῶν παρʼ αὐτοῦ ἐπίτιμονἐπίτειμον ἀργυρίου Πτολεμαϊκοῦ νομίσματος δραχμὰς πεντακοσίας καὶ τὸ βλάβος καὶ εἰς τὸ βασιλικὸν τὰς ἴσας καὶ ἡ πρᾶξις ἔστω καθάπερ ἐκ δίκης, καθότι ἑκόντες συνεχώρησαν. Φίλων ὡς ἐτῶν κθ μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν. Διονύσιος ὡς ἐτῶν ξε μέσος μελίχρως τετανὸς ἀναφάλακρος μακροπρόσωπος εὐθύριν. Ἡρακλείδης ὡς ἐτῶν κε μέσος μελίχρως κλαστὸς μακροπρόσωπος εὐθύριν.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.