Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.6.1266
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θε ῶν Φιλοπατόρων ἔτους τρίτου ἐφʼ ἱερέως Σατύρου τοῦ Εὐμέ νους Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν ΕὐεργετῶνευγετωνΕὐεργετῶν καὶ θεῶν Φιλοπατόρων ἀθλοφόρου Βερενίκης Εὐ εργέτιδος Ἀρσινόης τῆς Σόλωνος κανηφόρου Ἀρσινόης Φιλαδέλ φου Σωστράτης τῆς Ἀντιγένους μηνὸς Ἀρτεμισίου ἐν Τάκονα τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐμίσθωσεν Πολιάνθης Νικάνδρου Μακεδὼντῆς ἐπιγονῆςἐπιονῆς Θέωνι Ἀπολλωνίου ΠέρσηιΠέρσηι τῆς ἐπιγονῆς καὶ Μενεδήμωι Ἀμύντου Κυρηναί ωι καὶ ΣωστράτωιΣωιστράτωι Θεοδότου ΧαλκηδονίωιΚαλχηδονίωι τοῖς τρισὶ τῆς ἐπιγονῆςἐπιονῆς τὸν κλῆρον τὸν Λέοντος τοῦ Κάλλιος Κυρηναίου ὀρφανοῦ, ἐφʼ ὧι μεθέξει αὐτοῖς Πολιάνθης τὸ πέμπτονπέμπτομ μέρος τοῦ κλήρου ΣώστρατοςΣωστρατος δὲ δύο μέρη Θέων δὲ πέμπτον μέρος Μενέδημος δὲ πέμπτον μέρος, συνεισφέροντες ἀλλήλοις τά τε σπέρματα καὶ τὴν κατεργα σίαν τοῦ κλήρου ἑκάτερος κατὰ τὸ ἑαυτοῦ μέρος εἰς ἐνιαυτὸν ἕνα σπόρον καὶ θερισμὸνθεριζμὸν ἕνα τὸν σπόρον τοῦ τρίτου ἔτους, ἐκφο ρίου τακτοῦ ὅλου τοῦ κλήρου ὀλυρῶν ἀρταβῶν ἑκατὸν εἴκοσιἴκοσι πέν τε καὶ χόρτου λωτίνου ἀρουρῶνἀρῶν τριῶν . τὸ δʼ ἐκφόριον ἀποδότωσαν Θέων καὶ οἱ προγεγραμμένοι μέτοχοι τὸ καθʼ ἑαυτὸν μέρος Πο λιάνθηιμέτοχοι Πολιάνθηι τὸ καθʼ ἑαυτοὺς μέρος ἀκίνδυνον καὶ ἀνυπόλογονκανυπολογονἄσπερμον κα ὶ ἀκίνδυνον πάσης φθορᾶς πλὴν πολε μίωνπλὴν πολεμίων κωλύματος ἐνἐμ μηνὶ Αὐδναίωι τοῦ τρίτου ἔτους ὄλυραν καθαρὰν ἀπὸ πάντων μέτρωι χόϊ δικαίωι καὶ καταστησάτωσανκαταστησάτωσαν τὸ καθʼ ἑαυτοὺς μέρος τοῦ ἐκφορίου εἰς Τάκονα πρὸς Πολιάνθην τοῖς ἰδίοις ἀνηλώμασιν καὶ τὰς τρεῖςτρῖς ἀρού ρας τοῦ χόρτου δότωσαν Πολιάνθηι ἀπὸ μιᾶς κεφαλῆς ὅθεν ἂν ἐγλέξηται Πολιάνθης καὶ ἐκ τούτων ἀρούρας δρααι καὶ δῆσαι καὶ ἀνακομίσαι εἰς Τακόνα πρὸς Πολιάνθην τοῦ χόρτου δότωσαν Πολιάνθηι τοῦ γενομένου ἐν τῶι κλήρωι ἀπὸ μιᾶς κεφαλῆς ὅθεν ἂν ἐγλέξηται Πολιάνθης τοῦτο κσαν Θέων καὶ Μενέδημος καὶ Σώστρατος καὶ δήσαντες καθʼ ὥραν ἀνακομιζέτωσαν πρὸς Πολιάνθην τοῖς ἰδί οις ἀνηλώμασιν· ἐὰν δὲ μὴ ἀποδῶσιἀποδο͂σι ἢ μὴ καταστήσωσιν καθʼ ὃκαθὼς γέγραπται, ἀποτισάτωσαν Πολιάνθηι τῶντῶμ μὲν ὀλυρῶν τῆς ἀρτάβης ἑκάστης ἀργυρίου δραχμὰς εἴκοσιἴκοσι , τοῦ δὲ χόρτου τῆς ἀρούρας ἑκάστης ἀργυρίου δραχμὰς τριάκοντα , τῶν δὲ καρ πῶν κυριεύετω Πολιάνθης ἕωςἥως ἂν τὸ ἐκφόριον κομίσηται· ἐ ὰν δὲ ἐγπραχθῶσιν περὶ τοῦ κλήρου εἰς τὸ βασιλικὸν ὑπολογείτωσανὑπολογίτωσαν Πολιάνθῃ εἰς τὰ ἐκφόρια. βεβαιούτωβεβαιουτων δὲ Πολιάνθης Θέωνι καὶ τοῖς μετόχοις τὸν κλῆρον καὶ τοὺς καρποὺς τὸν συγγεγραμμένον χρόνον καθότι μεμίσθωκεν αὐ τοῖς, ἐὰν δὲ μὴ βεβαιοῖ ἢ ἐγβάλλωνται ἐκ τοῦ κλήρου ἢ ἐκ τῶν καρπῶν ὑπό τινος οὖν πλὴν βασιλικοῦ κωλύματοςκωλύμματος, ἀποτισάτω Πολιάνθης Θέωνι καὶ τοῖς μετόχοις ἐπίτιμονἐπετιμον ἀργυρίου δραχμὰς τετρακισχιλίας . κυρία ἡ συγ γραφή. μάρτυρες· Φιλωνάδης Κυρηναῖος δεκανικός, Ἀτίας Θρᾶιξ ἰδιώτης, οἱ δύο τῶν Φίλωνος, Εὔβιος Χαλκιδεὺς διμοιρίτης, Λεύκιος Θρᾶιξ λοχαγός, οἱ δύο τῶν Ἐνδίου, Ἀριστόμαχος Πτολεμαίου νος, Δημήτριος Δημητρίου Χαλκιδεύς, οἱ δύο τῆς ἐπιγονῆς. Πολιάνθου Φιλωνάδου Εὐβίου Ἀριστομάχου Θέωνος Σωστράτου Ἀττίου Λευκίου Δημητρίου Μενεδήμου ἔτους γ μίσθωσις κλήρου Λέοντος πρὸς ΠολίανθηνΠολίανθον καὶ Σώστρατον καὶ τοὺς μετόχουςCross-references (3)
- TM-Text 2667 primary
- DDbDP-Text bgu;6;1266 tier-1
- HGV-Text 2667a tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.