Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.10.1944

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἐνάτου ἔτους ἐφʼ ἱερέως Ἀνδρονίκου τοῦ Νικάνορος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανη φόρου Ἀρσινόης Φιλαδέλφου Πτολεμαίδος τῆς Πτολεμαίου τοῦ Ἐμπεδίωνος μηνὸς ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐμίσθωσεν Καλλίστη Παραμόνου μετὰ κυρίου αὐτῆς Δημη τρίου δ Μυσοῦ τῶν Φίλωνος ἰδιώτου τοῦ αὐτῆς υἱοῦ Ἀριστολόχωι Στρατίου Θραικὶ καὶ Στράτωνι Ζω πυρίωνος Θραικὶ καὶ Μενεμάχωι Ζωπυρίωνος Θραικὶ τοῖς τρίσι τῆς ἐπιγονῆς ἐκφορίου πυρῶν ἀρταβῶν καὶ ὀλυρῶν ἀρταβῶν ἑξήκοντα δύο ἡμίσους . τὰ δʼ ἐκφόρια τὰ συγγεγραμμένα ἀποδότωσαν Ἀριστόλοχος καὶ Στράτων καὶ Μενέμαχος Καλλίστηι ἐνἐμ μηνὶ Δύστρωι τοῦ δεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδο λον μέτρωι χοὶ τῶι Ἀριστολόχου μετρήσει δικαίαι καὶ ἀπενεγκάτωσαν εἰς Θῶλθιν οὗ ἂν Καλ λίστη συντάξηι ἰδίωι ἀναλώματι. ἐὰν δὲ μὴ ἀποδῶσι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτωσαν Ἀριστόλοχος καὶ Στράτων καὶ Μενέμαχος Καλλίστηι τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς δέκα καὶ τῶν ὀλυρῶν τῆς ἀρτάβης ἑκάστης δραχμὰς τέσσαρας καὶ ἡ πρᾶξις ἔστω Καλλίστηι παρὰ Ἀριστο λόχου καὶ Στράτωνος καὶ Μενεμάχου πρασσούσης κατὰ τὸ διάγραμμα. κυριευέτω δὲ Καλλίστη τῶν καρπῶν ἕως ἂν τὰ αὑτῆς κομίσηται. βεβαιούτω δὲ Καλλίστη Ἀριστολόχωι καὶ Στράτωνι καὶ Μενεμάχωι τοὺς καρποὺς καθʼ ἃ μεμίσθωκεν. ἐὰν δὲ μὴ βεβαιώσηι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Καλλίστη Ἀριστολόχωι καὶ Στράτωνι καὶ Μενεμάχωι ἐπίτιμον ἀργυρίου δραχμὰς ἐὰν μή τι βασιλικὸν κώλυμα γένηται. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ἐνάτου ἐφʼ ἱερέως Ἀνδρονίκου τοῦ Νικάνορος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Πτολεμαίδος τῆς Πτολεμαίου τοῦ Ἐμπεδίωνος μη νὸς ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐμίσθωσεν Καλλίστη Παραμόνου μετὰ κυρίου αὐτῆς Δημητρίου Μυσοῦ τῶν Φίλωνος ἰδιώτου τοῦ αὐ τῆς υἱοῦ Ἀριστολόχωι Στρατίου Θραικὶ καὶ Στράτωνι Ζωπυρίωνος Θραικὶ καὶ Μενεμάχωι Ζωπυρίωνος Θραικὶ τοῖς τρίσι τῆς ἐπιγονῆς καὶ ὀλυρῶν ἀρταβῶν ἑξήκοντα δύο ἡμίσους . τὰ δʼ ἐκφόρια τὰ συγγεγραμ μένα ἀποδότωσαν Ἀριστόλοχος καὶ Στράτων καὶ Μενέμαχος Καλ λίστηι ἐμ μηνὶ Δύστρωι τοῦ δεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδο λον μέτρωι χοὶ τῶι Ἀριστολόχου μετρήσει δικαίαι καί ἀπενεγκάτωσαν εἰς Θῶλθιν οὗ ἂν Καλλίστη συντάξηι ἰδίωι ἀναλώματι. ἐὰν δὲ μὴ ἀποδῶσι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτωσαν Ἀριστόλοχος καὶ Στράτων καὶ Μενέμαχος Καλλίστηι τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς δέκα καὶ τῶν ὀλυρῶν τῆς ἀρτάβης ἑκάστης δραχμὰς τέσσα ρας καὶ ἡ πρᾶξις ἔστω Καλλίστηι παρὰ Ἀριστολόχου καὶ Στράτωνος καὶ Μενεμάχου πρασσούσηι κατὰ τὸ διάγραμμα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.