Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.10.1969

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Ξανδικοῦ ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐδάνει σεν Διογένης Ζηνοβίου τῆς ἐπιγονῆς Ζωτίχωι Εὐπόλεως Ἀθηναίωι τῆς ἐπιγονῆς τῶν πυρῶν ἀρτάβας ἀποδότω δὲ Ζώτιχος Διογένει τὸν σῖτον τοῦτον ἐν μηνὶ Δύστρωι τοῦ ἐνάτου ἔτους πυρὸν καθαρὸν καὶ ἄδολον μέτρωι χοὶ δικαίωι μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς Θῶλθιν οὗ ἂν Διογένης συντάξηι ἰδίωι ἀνηλώματι. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ζώτιχος Διογένει τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Διογένει παρὰ Ζωτίχου πράσσοντι κατὰ τὸ διάγραμ μα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες. Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργε τῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Ξανδικοῦ ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐδάνεισεν Διογένης Ζνηοβίου τῆς ἐπιγονῆς Ζωτίχωι Εὐπόλεως Ἀθηναίωι τῆς ἐπιγονῆς τῶν πυρῶν ἀρτά βας ἀποδότω δὲ Ζώτιχος Διογένει τὸν σῖτον τοῦτον ἐν μηνὶ Δύστρωι τοῦ ἐνάτου ἔτους πυρὸν καθαρὸν καὶ ἄδολον μέτρωι χοὶ δικαίωι μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς Θῶλθιν οὗ ἂν Διογένης συν τάξηι ἰδίωι ἀνηλώματι. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ζώτιχος Διογένει τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Διογένει παρὰ Ζωτίχου πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.