Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.3.190

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους θ, ἐφʼ ἱερέως Ἀπολλοδώρου τοῦ Ζήνωνος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Κλεαινέτης τῆς Κομανοῦ κανηφόρου Ἀρσινόης Φιλαδέλφου Σαρα πιάδος τῆς Ἀπολλωνίου, ἱερείας Ἀρσινό ης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου, μηνὸς Ἀπελλαίου ε Παῦνι ε ἐν Φιλαδελφείαι τοῦ Ἀρσινοίτου νομοῦ. ἐδά νεισεν Θεοκλῆς Εὐβουλίδου Μακεδὼν τῆς ἐπιγονῆς Ἀριστοκλεῖ Ἡρακλείδου Κοριν θίωι τῆς ἐπιγονῆς χαλκοῦ νομίσματος ὀφθαλμοφανοῦς τάλαντα γ καὶ δραχμὰς ψπ εἰς μῆνας ιγ ἀπὸ τοῦ προγεγραμ μένου χρόνου, τόκων β δραχμῶν τῆι μνᾶι τὸν μῆνα ἕκαστον. ἀποδότω δὲ Ἀριστοκλῆς Θεοκλεῖ τὸ προγεγραμμένον δάνειον τὰ γ τάλαντα καὶ τὰς ψπ τοῦ χαλκοῦ καὶ τὸν γενόμενον αὐτῶν τόκον ἐνἐμ μηνὶ Ἀπελλαίωι, Αἰγυπτίων δὲ Παῦνι, τοῦ ι ἔτους. ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισάτω τὸ μὲν δάνειον ἡμιόλιον τὸν δὲ τόκον ἁπλοῦν καὶ ἡ πρᾶξις ἔστω Θεο κλεῖΑριστοκλεῖ πράσσοντι Ἀριστοκλὴν ἢ τὴν ἔγγυον αὐτοῦ καὶ παρʼ ἑνὸς αὐτῶν οὗ ἂν αἱρῆται καὶ παρʼ ἀμφο τέρων καθάπερ ἐκἐγ δίκης. ἔγγυος Ἀριστοκλέους τοῦ προγεγραμμένου δανείου τῶν γ ταλάντων καὶ ψπ δραχμῶν τοῦ χαλκοῦ εἰς ἔκτεισιν Μεγιστὼ Νικοστράτου Περσίνη μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Ἀριστοκλέους τοῦ προγεγραμμένου. ἡ συγ γραφὴσυγγγραφὴ κυρία πανταχοῦ οὗ ἂν ἐπιφέρηται. Θεοκλῆς ὡς ἐτῶν οὐλὴ μετώπωι μέσωι μακροπρόσωπος οὐλὴ χείλει τῶι κάτω ἐκἐγ δεξιῶν. Ἀριστοκλῆς ὡς ἐτῶν οὐλὴ μετώπωι μέσωι στρογγυλοπρόσωπος ὑπόσκνιφος. Μεγιστὼ ὡς ἐτῶν ὡς ἐτῶν κγ μέση λευκόχρως ὑποχάροπος. Εὐβουλίδης Θεοκλέους ἑπτάρουρος κώμης Φιλαδελφείας ακ Κτησ ικλῆς χρεώστηςχριώστης Ἡρακλείδου τοῦ Ἀριστοκλέους Κορινθίου vestiges καὶ τούτου ἐγγύου Μεγιστοῦς τῆς Νικοστράτου Περσίνης κώμης ΦιλαδελφείαςΦιλφιλαδελφείας τάλαντα β ψπ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.