no image
DDbDP-text
Anfang und Datum des Darlehenvertrages P.Ryl. 586 via HGV-meta
Linked by Trismegistos ID
TM 5736.
Each record below describes this same artifact or text from a different angle.
βασιλευόντων Πτολεμαίου τοῦ καὶ Ἀλεξάνδρου θεοῦ Φιλομήτορος καὶ Βερενίκης θεᾶς Φιλαδέλφου ἔτους ἑκκαι δεκάτου, τὰ δʼ ἀλλὰ τῶν κοινῶν ὡς ἐν Ἀλεξανδρείαι γράφεται μηνὸς Ἀπελλαίου Φαῶφι ἐν ὈξυρύγχωνὈξυρυγχω πόλει τῆς Θηβαίδος· ἐδάνεισαν Σιμάριστος Δημητρίου τοῦ καὶ ουου Λάκων καὶ Δίδυμος Μακε δὼν Δημητρίῳ Πέρσῃ τῆς ἐπιγονῆς Ἀφροδίτης Βερενίκης ἀπὸ τοῦ συσ κοινῶν χρημάτων χαλκοῦ νομίσματος τάλαντα πεντήκοντα τρία δραχμὰς χιλίας τόκου ὡς ἐκ δύο δραχμῶν τῇ μνᾷ ἑκάστῃ τὸν μῆνα ἕκαστον. ἀποδότω δὲ ὁ Δημήτριος τοῖς δεδανεικόσι ἢ τῷ προ ηι χειρισθησομένῳ τοῦ κοινοῦ χρηματο φύλακι τὰ πεντήκοντα τρία τάλαντα δραχμὰς χιλίας τοῦ χαλκοῦ καὶ τοὺς τόκους ἐν τῶι μηνὶ τοῦ ἑκκαιδεκάτου ἔτους. ἐὰν δὲ μὴ ἀποδῶι καθὰ γέγραπται ἀποτείσατωἀποδότω ὁ Δημήτριος τοῖς δεδανεικόσι ἢ τῷ προχειρισθησομένῳ τοῦ κοινοῦ χρη ματοφύλακι τὸ μὲν δάνειον ἡμιόλιονπαραχρῆμα, τοὺς δε τόκους ἁπλοῦς τοῦ τε συγγε γραμμένου καὶ τοῦ ὑπερπεσόντος χρό νου. ἔγγυος τῶν κατὰ τὴν συγγραφὴν πάντων εἰς ἔκτεισιν αὐτοῦ Δημητρίου γυνὴ Ἀσκληπίας Σωσιβίου Περσίνη με τὰ τοῦ αὐτοῦ κυρίου. ἡ δὲ πρᾶξις ἔστω τοῖς δεδανεικόσι ἢ τῶι προχειρισθη σομένῳ τοῦ κοινοῦ χρηματοφύλακι ἔκ τε ἀμφοτέρων καὶ ἐξ οὗ ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης. κυρία ἡ συγγραφή. Σιμάριστος ὡς ἐτῶν ξθ μέσος μεγέθειξ φαλακρὸς μακροπρόσωπος οὐλὴ μετώπῳ μέσῳδεξιῷ Δίδυμος ὡς ἐτῶν νθ μείζων ἢ μέσοςνγ ἀναφαλακρὸς μακροπρόσωπος τετανὸς οὐλὴ ὑπὸ σιαγόνα ἀριστεράνδεξι . Δημήτριος ὡς ἐτῶν λγ μείζων ἢ μέσοςμείων η ἀστραγάλῳ οὐλὴ ὀφρύι δεξιᾷ ἄλλη ὑπὸ τὴν αὐτήν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.