Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.bad.2.2
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλευούσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας ἔτους τρίτου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεᾶς Φιλομήτορος Σωτείρας, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Ξανδικοῦ πέμπτηι, Φαῶφι πέμπτηι, ἐν Ἑρμώνθει τῆς Θηβαΐδος. ἐδάνεισεν Ἰσιδώρα Διδύμου Σαλαμινία μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Διονυσίου τοῦ Διδύμου Σαλαμινίου τῶν στρατευομένων Ἀδελφῶν κατοίκων ἱππέων Πτολεμαίωι Ἀπολλωνίου Πέρσηι τῆς ἐπιγονῆς χαλκοῦ δοκίμου νομίσματος ὀφθαλμοφανοῦς τάλαντα ϛ τόκου δραχμῶν δύο τὴν μνᾶν τὸν μῆνα καὶ ἀποδότω ἐν μηνὶ Περιτίωι, ὅς ἐστιν Μεσορή· βασιλευούσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας ἔτους τρίτου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεᾶς Φιλομήτορος Σωτείρας, ἀθλοφόρου Βερενίκης Εὐερ γέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Ξανδικοῦ πέμπτηι, Φαῶφι πέμπτηι, ἐν Ἑρμώνθει τῆς Θηβαΐδος. ἐδάνεισεν Ἰσιδώρα Διδύμου Σαλαμινία μετὰ κύριου τοῦ ἑαυτῆς ἀδελφοῦ Διονυσίου τοῦ Διδύμου Σαλαμινίου τῶν στρατευομένων Ἀδελφῶν κατοίκων ἱππέων Πτολεμαίωι Ἀπολλωνίου Πέρσηι τῆς ἐπιγονῆς χαλκοῦ δοκίμου νομίσματος ὀφθαλμοφανοῦς τάλαντα ἓξ τόκου δραχμῶν δύο τὴν μνᾶν τὸν μῆνα. τοῦτο δὲ τὸ δάνειον καὶ τὸν τόκον ἀποδότω Πτολεμαῖος Ἰσιδώραι ἐν μηνὶ Περιτίωι, ὅς ἐστιν Μεσορὴ τοῦ τρίτου ἔτους ἢ ἀποτεισάτω ἀποτεισάτωι αὐτῆι παραχρῆμα τὸ μέν δάνειον ἡμιόλιον, τὸν δὲ τόκον ἁπλοῦν. μάρτυρες· Θεογένης Ἡρακλείδου Ναυκρατίτης τῶν στρα τευομένων Ἀδελφῶν κατοίκων ἱππέων, Κράτερος Μακεδών, Ἰσίδωρος Ἐφέσιος, Πολυάρατος, Πειθόλαος Μακεδών, Ἰσιάδης Θρᾶιξ, οἱ πέντε τεταρτομερίται τῶν συγγραφοφύλαξ Θεογένης. Πτολεμαῖος Ἀπολλωνίου Πέρσης τῆς ἐπιγονῆς δέδωκα κυρίαν Θεογένῃ τῶν ἓξ ταλάντων τοῦ χαλκοῦ. Θεογένης ἔχω κυρίαν. Ἰσιδώρας Θεογένους Ἰσιδώρου Πειθολάου Διονυσίου stamp stamp stamp Πτολεμαίου Κρατέρου Πολυαράτου ἸσιάδουAbout this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.