no image
DDbDP-text
Return of a Dowry via HGV-meta
Linked by Trismegistos ID
TM 20886.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλία Διοσκουρίαινα θυγάτηρ Διοσκουρίδου γενομένου
εὐθηνιάρχου βουλευτοῦ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων, χωρὶς κυρίου χρηματίζουσα κατὰ τὰ Ῥωμαίων
ἔθη τέκνων δικαίῳ, Αὐρηλίῳ Μένωνι Θέωνος μητρὸς Κλαυδίας ἀπʼ Ὀξυρύγχων πόλεως τῶν ἐξ ἐφηβείας ἱερονικῶν,
ἐπιτρόπῳ τοῦ ἀφήλικός μου θυγατριδοῦ Αὐρηλίου Ἐπιμάχου
γυμνασιάρχου τῆς αὐτῆς πόλεως υἱοῦ Ἐπιμάχου καὶ ὡς
ἐχρημάτιζε μετὰ ἐπακολουθητοῦ τοῦ πρὸς πατρὸς τοῦ
αὐτοῦ ἀφήλικος θείου Αὐρηλίου Σεουήρου γυμνασιάρχου
βουλευτοῦ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἀπεσχηκέναι καὶ παρειληφέναι παρὰ σοῦ τὰ προσενεχθέντα
ὑπὸ τοῦ ἀνδρός μου Αὐρηλίου Σπαρτιάτου τοῦ καὶ Χαιρήμονος
γυμνασιαρχήσαντος βουλευτοῦ τῆς αὐτῆς πόλεως ἐπὶ τῇ
κοινῇ ἡμῶν θυγατρὶ Αὐρηλίᾳ Ἀπολλωναρίῳ γαμουμένῃ τῷ μετηλλαχότι τοῦ ἀφήλικος πατρὶ ἀκολούθως τῇ
τοῦ γάμου αὐτῶν συνγραφῇ εἴδη πάντα σταθμῷ καὶ συντιμήσει πλήρη ἅπερ ἐστὶν χρυσίου μὲν ἐν εἴδεσι ἐπὶ τὸ αὐτὸ
σταθμῷ Ὀξυρυγχιτικῷ μναιαῖα δέκα ἑπτὰ παρὰ τετάρτην μίαν καὶ περιτραχήλιον καὶ ἐνώτιον ὄντα ἐν
συντιμήσει δραχμῶν χιλίων πεντακοσίων …[…]μου
…[…]…[…]…[…]συν πλη[…]ματι καὶ κόλλῃ ὁλκῆς
[…]ο[…]τατηρια[…] εἴκοσι τέσσαρας λίτρας εἴκοσι ἑπτὰ , καὶ τὰ
ἱμάτια πάντα ὄντα ἐν συντιμήσειδραχμῶν
πεντακισχιλίων , ἔτι δὲ καὶ ἀπὸ τῶν προσενεχθέντων εἰς συνωνὴν ἑτέρων προικιμαίων εἰδῶν ἀργυρίου ταλάντων τεσσάρων καὶ δραχμῶν δισχιλίων ἐπὶ λόγου δραχμὰς πεντακισχιλίας , καὶ τὰ προσενεχθέντα παράφερνα πάντα μετὰ χρυσῶν κόσμων καὶ ἱματίοις καὶ ὀθονίοις καὶ χαλκώμασι καὶ λίθοις εἴδεσι πλήρη, καὶ ἀπὸ τοῦ προσενεχθέντος εἰς συνωνὴν δούλων σωμάτων ἀργυρίου
ταλάντου ἑνὸς ἐπὶ λόγου δραχμὰς τρισχιλίας , καὶ τὰ προσενεχθέντα ὑπʼ ἐμοῦ τῆς Διοσκουριαίνης δούλων σώματα δύο · ἅπερ πάντα τῇ αὐτῇ θυγατρί μου ἑτέρῳ ἀνδρὶ
γαμουμένῃ προσφέρεσθαι μέλλει. καὶ παρέξω τὸν αὐτὸν
ἄνδρα μου παραγενόμενον ἀπὸ τῆς τοῦ Ἑρμοπολίτου
στρατηγίας ἥν ἐνκεχείρισται, ἢ τῇδε τῇ ἀποχῇ εὐδοκοῦντα ἢ ἑτέραν σοι ἐκδιδόντα, ἐμοῦ ἀνακομιζομένης ταύτην. εἰ δὲ μὴ ὁπότερον τούτων ἐκεῖνος ποιοίη,
ἔχειν σε ἐπʼ ἐμὲ περὶ τούτων τὰς ἀγωγάς, μενόντων ὁποτέρῳ _ τοῦτʼ ἐστιν τῷ ἀνδρί μου καὶ τῷ ἀφήλικι _ περὶ τοῦ
ἐλλείμματος καὶ περὶ ὧν πάντων αὐτὸς ἔχῃ κατὰ τὴν συνγραφὴν δικαίων. κύρια τὰ γράμματα τρισσὰ γραφέντα ἅπερ
ὁπηνίκα ἐὰν αἱρῆι δημοσιώσεις διὰ τοῦ καταλογείου, εἰ ὁ ἀνὴρ ἐμοῦ ἢ μὴ εὐδοκησείην ἢ ἑτέραν ἀποχὴν μὴ ἐκδῶ,
οὐ προσδεόμενος μεταλήμψεώς μου διὰ τὸ ἐντεῦθεν
εὐδοκεῖν μοι τῇ ἐσομένῃ ὑπὸ σοῦ δημοσιώσει. ἐπερωτηθεῖσα ὑπὸ σοῦ ὡμολόγησα. ἔτους α Αὐτοκρατόρων
Καισάρων Τίτου Φουλουίου Ἰουνίου Μακριανοῦ καὶ Τίτου
Φουλουίου Ἰουνίου Κυήτου Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.