no image
DDbDP-text
Lease of Flax-Land via HGV-meta
Offer to lease flax land near Antipera Pela. Two Oxyrhynchite men, Aurelius Melas and Aurelius Zoilion, offer to lease 20 arouras near Antipera Pela from Aurelia Herakleidiaina, a woman of senatorial-equestrian rank, to grow flax for one year, paying money rent and tow, with free use of a retting pond. Written at Oxyrhynchus in year 14 of Gallienus (AD 266). machine translation
Linked by Trismegistos ID
TM 20887.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίᾳ Ἡρακλειδιαίνῃ ματρώνᾳ στολάτᾳ θυγατρὶ
Ἡρακλείδου γενομένου βουλευτοῦ τῆς λαμπροτάτης
πόλεως τῶν Ἀλεξανδρέων
παρὰ Αὐρηλίων Μέλανος Μέλανος μητρὸς Ἀθηναροῦτος καὶ Ζωιλίωνος Διονυσίου μητρὸς Σαραπιάδος
ἀμφοτέρων ἀπʼ Ὀξυρύγχων πόλεως. ἑκουσίως ἐπιδεχόμεθα μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς
ιδ ἔτος ἀπὸ τῶν ὑπαρχουσῶν περὶ Ἀντιπέρα Πέλα
ἐκ τοῦ Διονυσίου Σολέως κλήρου ἀρουρῶν εἴκοσι
ἓξ καὶ ἐκ τοῦ Διοκλέους κλήρου ἀρουρῶν δέκα ὀγδόου δυοτριακοστοῦ οὐσῶν ὑπὸ μίαν ὄψιν τὰς
ἀπὸ ὀρεινοῦ βορεινοῦ λίβα ἐπʼ ἀπηλιώτην ἀρούρας
εἴκοσι ἢ ὅσαι ἐὰν ὦσι ἐπὶ τὸ πλεῖον ἢ ἔλαττον
εἰς κατάθεσιν λινοκαλάμης φόρου κατ ἄρουραν
ἐκ γεωμετρίας ἀργυρίου δραχμῶν τριακοσίων
καὶ τῶν ὅλων στυππείου καθαροῦ τρυφεροῦ
ὁλκῆς ταλάντου ἑνὸς ἡμίσους ἐπὶ τῷ ἡμᾶς
τοὺς μεμισθωμένους ἔχειν ἄνευ φόρου πρὸς
συνβροχισμὸν τῆς λινοκαλάμης ἣν ἔχεις περὶ τὴν αὐτὴν Ἀντιπέρα Πέλα πλησίον λάκκου
Διογενίδος λίμνην οὖσαν ἐντὸς χαρύβδεως
Πασινείκου ἀπὸ μηνὸς Παχών. ἀκίνδυνος
ὁ φόρος παντὸς κινδύνου τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲ τὴν γεοῦχον κυριεύουσαν τῶν καρπῶν ἕως τὰ ὀφειλόμενα ἀπολάβῃς, βεβαιουμένης δὲ ἡμῖν τῆς ἐπιδοχῆς
ἀποδώσομεν τὸν φόρον ταῖσδε ταῖς δόσεσι Τῦβι ι δραχμὰς χιλίας καὶ ἀπὸ Παχὼν ἕως
Μεσορὴ καὶ αὐτοῦ Μεσορὴ τοῦ ἐνεστῶτος ιδ ἔτους τῶν μηνῶν ἑκάστου καὶ ὁμοίως ι
τὸ αἱροῦν αὐτοῖς δ μέρος καὶ τὸ στυππεῖον
τῷ αὐτῷ μηνὶ Μεσορὴ εὐάρεστον πλήρη τῇ ὁλκῇ γεινομέηης σοι τῆς πράξεως ἔκ τε ἡμῶν ἐξ ἀλληλεγγύης καὶ ἐκ τῶν ὑπαρχόντωνἡμῖν πάντων
ἡ ἐπιδοχὴ κυρία καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου
Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου
Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Θὼθ α….
Αὐρηλία Ἡρακλειδίαινα ἔσχον
τούτου τὸ ἴσον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.