Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.coll.youtie.2.75

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Αὐρήλιος Ἱέραξ ὁ καὶ Σαραπάμμων Ἑρμα Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης ἀναγραφόμενος ἐπʼ ἀμφόδου Αὐρηλίᾳ ἀπὸ τῆς αὐτῆς Ἑρμουπόλεως ἀναγραφομένῃ ἐπʼ ἀμφόδου Πόλεως Λιβὸς χαίρειν. ὁμολογῶ πεπρακέναι σοι τὴν ὑπάρχουσάν μοι ην δούλην ὀνόματι Κωμασίαν ὡς ἐτῶν εἰ καί τινι ὀνόματι καλεῖται ἢ κληθήσεται ἣν καὶ ἐντεῦθεν παραδέδωκά σοι ταύτην τοιαύτην ἀναπόριφον πλὴν ἱερᾶς νόσου καὶ ἐπαφῆς τὴν δὲ πρὸς ἀλλήλους συμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς τρισ χιλίας γίνονται ἀργυρίου δραχμὰς Γ αὐτόθι ἀπέσχον παρὰ σοῦ τῆς ὠνουμένης διὰ χειρὸς ἐκ πλήρους, καὶ εἶναι περὶ σὲ καὶ τοὺς παρὰ σοῦ τὴν τῆς πεπραμένης ὡς πρόκιται δούλης Κωμασίας καὶ τῶν ἐσομένων ἐξ αὐτῆς ἀπὸ τοῦ νῦν ἐγγόνων κυρίαν καὶ κράτησιν χρω μένους καὶ οἰκονομοῦντας περὶ αὐτῆς καθʼ ὃν ἐὰν αἱρῆσθε τρόπον ἀπὸ τοῦ νῦν ὁμοίως ἐπὶ τὸν ἅπαντα χρόνον, τῆς βεβαιώ σεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῷ πωλοῦντι, καὶ μὴ ἐπελεύσεσθαί με μηδʼ ἄλλον ὑπὲρ ἐμοῦ ἐπὶ σὲ τὴν ὠνουμένην μηδὲ ἐπὶ τοὺς παρὰ σοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί· ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ ἥτε ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενός σοι τῇ ὠνουμένῃ ἢ τοῖς παρὰ σοῦ τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία ἔστω ὡς ἐν δημοσίῳ ἀρχείῳ κατακειμένη ἣν καὶ δισσήν σοι ἐξεδόμην· ἐν τεῦθεν εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσει· περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ἐπερωτηθεὶς ὡμολόγησα ἔτους Αὐτοκρατορ αν ων

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.