no image
DDbDP-text
Acte d’achat d’une esclave via HGV-meta
Sale of the slave Komasia by Aurelius Hierax also called Sarapammon. A contract from Hermopolis in which Aurelius Hierax, also called Sarapammon, sells a slave woman named Komasia to a woman of the same city registered in the West City quarter, for 3,000 silver drachmas. The seller guarantees the sale and accepts penalties for any challenge. It dates to the 3rd century AD. machine translation
Linked by Trismegistos ID
TM 31381.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Ἱέραξ ὁ καὶ Σαραπάμμων Ἑρμα…[…]Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς
καὶ σεμνοτάτης ἀναγραφόμενος ἐπʼ ἀμφόδου[…]Αὐρηλίᾳ ἀπὸ τῆς αὐτῆς Ἑρμουπόλεως
ἀναγραφομένῃ ἐπʼ ἀμφόδου Πόλεως Λιβὸς χαίρειν. ὁμολογῶ πεπρακέναι σοι τὴν ὑπάρχουσάν μοι
[…]ην δούλην ὀνόματι Κωμασίαν ὡς ἐτῶν […]εἰ καί τινι ὀνόματι καλεῖται ἢ κληθήσεται ἣν καὶ ἐντεῦθεν παραδέδωκά σοι ταύτην
τοιαύτην ἀναπόριφον πλὴν ἱερᾶς νόσου καὶ ἐπαφῆς τὴν δὲ πρὸς ἀλλήλους συμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς τρισχιλίας γίνονται ἀργυρίου δραχμὰς Γ αὐτόθι ἀπέσχον παρὰ σοῦ τῆς ὠνουμένης διὰ χειρὸς ἐκ πλήρους, καὶ εἶναι περὶ σὲ καὶ τοὺς παρὰ σοῦ τὴν τῆς
πεπραμένης ὡς πρόκιται δούλης Κωμασίας καὶ τῶν ἐσομένων ἐξ αὐτῆς ἀπὸ τοῦ νῦν ἐγγόνων κυρίαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῆς καθʼ ὃν ἐὰν αἱρῆσθε τρόπον ἀπὸ τοῦ νῦν ὁμοίως ἐπὶ τὸν ἅπαντα χρόνον, τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῷ πωλοῦντι, καὶ μὴ ἐπελεύσεσθαί με μηδʼ ἄλλον ὑπὲρ ἐμοῦ
ἐπὶ σὲ τὴν ὠνουμένην μηδὲ ἐπὶ τοὺς παρὰ σοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί· ἐὰν δὲ ἐπέλθω
ἢ μὴ βεβαιῶ ἥτε ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενός σοι τῇ ὠνουμένῃ ἢ τοῖς
παρὰ σοῦ τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον
τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία ἔστω ὡς ἐν δημοσίῳ ἀρχείῳ κατακειμένη ἣν καὶ δισσήν σοι ἐξεδόμην· ἐντεῦθεν εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσει· περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ἐπερωτηθεὶς
ὡμολόγησα ἔτους […] Αὐτοκρατορ[…]
[…]αν[…]…[…]
[…]ων[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.