Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.dion.23

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ι, μηνὸς Περιτίου β, Χοιὰχ β, ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος. ἐδάνεισεν Ἄδυμος Πτολεμαίου Μακεδὼν τῶν φερομένων ἐν Κλεοπάτραι κληρούχων Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπι γονῆς καὶ τῆι τούτου μητρὶ Σαραπιάδι Ἡλιοδώρου Περσίνι, μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Διονυσίου τοῦ καὶ προγεγραμ μένου, πυροῦ στερεοῦ ἀρτάβας ρν, ἃς μεμέ τρηνται παρʼ αὐτοῦ τόκων ἡμιολίων, πυροῦ ἀρτάβαις οε· τὸν δὲ πυρὸν καὶ τὸν τόκον, τὰς πάσας πυροῦ στερεοῦ ἀρτάβας σκε, ἀποδό τωσαν οἱ δεδανεισμένοι Ἀδύμωι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῧνι τοῦ αὐτοῦ ἔτους, πυρὸν νέον καθαρὸν ἄδολον μέτρωι τῶι πρὸς τὸ χαλκοῦν καὶ καταστησάτωσαν ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι· ἐὰν δὲ μὴ ἀποδῶσι καθʼ ἃ γέγραπται, ἀποτεισάτωσαν οἱ δεδανεισμένοι Ἀδύμωι ἢ τοῖς παρʼ αὐτοῦ τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς Γ· καὶ ἡ πρᾶξις ἔστω Ἀδύμωι καὶ τοῖς παρʼ αὐτοῦ τῶν κατὰ τὴν συγγραφὴν ἔκ τε τῶν δεδανεισμένων, καὶ παρʼ ἑνὸς καὶ παρʼ ἀμφοτέρων καὶ παρʼ ὁποτέρου οὗ ἐὰν αὐτῶν αἱρῆται, καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθʼ ἅπερ ἐκἐγ δίκης· ἔγγυοι ἀλλήλων τοῦ πυροῦ ἢ τῆς γεγραμμένης τιμῆς εἰς ἔκτεισινἔκτισιν αὐτοὶ οἱ καὶ δεδανεισμένοι· ἡ συγγραφὴσυγγραφηι ἥδε κυρία ἔστω. δάνειον Ἀδύμου πρὸς Διονύσιον καὶ Σαραπιάδα πυροῦ στερεοῦ ἀρταβῶν σκε.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.