Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.dion.24
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ιβ τοῦ καὶ θ, Αὐδναίου ζ, Ἁθὺρ ζ, ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος. ἐδάνεισεν Ἱππόνικος Πτολεμαίου Μακεδὼν ἑκατόνταρχος τῆς Ἀρτε μιδώρου ἡγεμονίας Ἀκωριτῶν Διονυ σίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς καὶ τῆι τούτου μητρὶ Σεναβέλλει Ἡλιοδώρου καὶ τῆι γυναικὶ Ἰσιδώραι Παχόϊτος ἀμφο τέραις Περσίναις, μετὰ κυρίου Διονυσίου τοῦ προγεγραμμένου, πυροῦ στερεοῦ ἀρτάβας μ, ἃς μεμέτρην ται παρʼ αὐτοῦ τόκων ἡμιολίων, πυροῦ ἀρτάβαις εἴκοσι · τὸν δὲ πυρὸν καὶ τὸν τόκον, τὰς πάσας πυροῦ ἀρτάβας ξ, ἀπο δότωσαν οἱ δεδανεισμένοι Ἱππονίκωι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῧνι τοῦ προκειμένου ἔτους ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης κακοτεχνίας, πυρὸν νέον στερεὸν καθαρὸν ἄδολον μέτρωι τῶι πρὸς τὸ χαλκοῦν καὶ κατα στησάτωσαν ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις αὐτῶν ἀνηλώμασιν Ἱππονίκωι ἢ τοῖς παρʼ αὐτοῦ· ἐὰν δὲ μὴ ἀποδῶσι καθʼ ἃ γέγρα πται, ἀποτεισάτωσαν οἱ δεδανεισμένοι Ἱππονίκωι ἢ τοῖς παρʼ αὐτοῦ τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχι λίας · καὶ ἡ πρᾶξις ἔστω Ἱππονίκωι καὶ τοῖς παρʼ αὐτοῦ τῶν κατὰ τὴν συγγραφὴν ἔκ τε αὐτῶν τῶν δεδανεισμένων, καὶ ἐξ ἑνὸς καὶ ἐξ ὁποτέρου οὗ ἂν αὐτῶν αἱρῆται, καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθʼ ἅπερ ἐκ δίκης· ἔγγυοι ἀλλή λων τοῦ πυροῦ ἢ τῆς προγεγραμμένης τιμῆς εἰς ἔκτεισιν οἱ δεδανεισμένοι· ἡ συγγραφὴ ἥδε κυρία ἔστω.Cross-references (3)
- TM-Text 3108 primary
- DDbDP-Text p.dion;;24 tier-1
- HGV-Text 3108 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.