Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.dion.25
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ιδ τοῦ καὶ ια, Χοιὰχ ϛ, ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος. ἐδάνεισεν Πασίων ὃς καὶ Πᾶσις Πετενεφώτου Πέρσης ἑκατόνταρχος τῶν τῆς Ἀσκληπιάδου ἡγεμονίας Ἀκωριτῶν Διονυσίωι τῶι καὶ Πλήνει Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς καὶ τῆι τούτου γυναικὶ Ἰσιδώραι τῆι καὶ Τάσιτι Ἑρμοφίλου τοῦ καὶ Παχόϊτος καὶ τῆι τοῦ προγεγραμμένου Διονυσίου μητρὶ Σαραπιάδι τῆι καὶ Σεναβέλλει Ἡλιοδώρου τοῦ καὶ Ἑριέως ἀμφοτέραις Περσίναις, μετὰ κυρίου αὐτοῦ Διονυσίου τοῦ καὶ συνδεδα νεισμένου, πυροῦ στερεοῦ ἀρτάβας πεντήκοντα τέσσαρας , ἃς μεμέτρηνται παρʼ αὐτοῦ, ἅμα τῆι συγγραφῆι ταύτηι ἀναφερομένηι, τόκων ἡμιολίων πυρῶν ἀρτάβαις εἴκοσι ἑπτά · τὸν δὲ πυρὸν καὶ τὸν τόκον, τὰς πάσας πυροῦ στερεοῦ ἀρτάβας ὀγδοήκοντα μίαν , ἀποδότωσαν οἱ δεδανεισμένοι Πασίωνι ἢ τοῖς παρʼ αὐτοῦ ἐνἐμ μηνὶ Λωίωι ὅς ἐστιν Παῧνι τοῦ προκει μένου ἔτους ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης κακοτεχνίας, πυρὸν νέον στερεὸν καθαρὸν ἄδολον μέτρῳ τῶι πρὸς τὸ χαλκοῦν καὶ κατα στησάτωσαν ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις αὐτῶν ἀνηλώμασι Πασίωνι ἢ τοῖς παρʼ αὐτοῦ· ἐὰν δὲ μὴ ἀποδῶσι καθʼ ἃ γέγρα πται, ἀποτεισάτωσαν οἱ δεδανεισμένοι Πασίωνι ἢ τοῖς παρʼ αὐτοῦ τιμὴν ἐκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχι λίας · καὶ ἡ πρᾶξις ἔστω Πασίωνι καὶ τοῖς παρʼ αὐτοῦ τῶν κατὰ τὴν συγγραφὴν ἔκ τε αὐτῶν τῶν δεδανεισμένων, καὶ ἐξ ἑνὸς καὶ ἐξ ὁποτέρου οὗ ἂν αὐτῶν αἱρῆται, καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθʼ ἅπερ ἐκἐγ δίκης· ἔγγυοι ἀλλήλων τοῦ πυροῦ ἢ τῆς προγεγραμμένης τιμῆς εἰς ἔκτεισιν αὐτοὶ οἱ καὶ δεδανεισμένοι· ἡ συγ γραφὴ ἥδε κυρία ἔστω. δάνειον Πασίωνος τοῦ καὶ Πάσιτος πρὸς Διονύσιον τὸν καὶ Πλῆνιν καὶ ἄλλους πυροῦ στερεοῦ ἀρταβῶν πα. απαρχνιος Ἱππονικ λοαρχουμCross-references (3)
- TM-Text 3109 primary
- DDbDP-Text p.dion;;25 tier-1
- HGV-Text 3109 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.