no image
DDbDP-text
Quittance de remboursement du prêt de blé no. 25 via HGV-meta
Receipt for repayment of a loan of 81 artabas of wheat. A receipt drawn up at Hermopolis in which Pasion, an officer of the Akoris garrison, acknowledges repayment of a loan of 81 artabas of wheat by Dionysios, his wife Isidora and his mother Sarapias, and renounces all further claims. The original loan had been registered on Choiak 6 of year 14 = year 11. machine translation
Linked by Trismegistos ID
TM 3112.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους[…], ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος.
ὁμολογεῖ Πασίων ὃς καὶ Πᾶσις Πετενεφώτου Πέρσης ἑκατόνταρχος τῆς Ἀσκληπιάδου ἡγεμονίας Ἀκωριτῶν Διονυσίωι
τῶι καὶ Πλήνει Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς καὶ τῆι τούτου
γυναικὶ Ἰσιδώραι τῆι καὶ Τάσιτι Ἑρμοφίλου τοῦ καὶ Παχόϊτος
καὶ τῆι τοῦ προγεγραμμένου Διονυσίου μητρὶ Σαραπιάδι τῆι
καὶ Σεναβέλλει Ἡλιοδώρου τοῦ καὶ Ἑριέως, ἀμφοτέραις Περσίναις, μετὰ κυρίου αὐτοῦ Διονυσίου τοῦ καὶ συνδεδανεισμένου,
ἀπέχειν παρʼ αὐτῶν τὰς ὀγδοήκοντα μίαν ἀρτάβας στερεοῦ πυροῦ, τὸ δάνειον
ὃ ἐδάνεισεν αὐτοῖς κατὰ συγγραφὴν δανείου τὴν κειμένην διὰ τοῦ
ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος ἀγορανομίου τοῦ ιδ τοῦ καὶ ια ἔτους,
Χοιὰχ ϛ· καὶ μήτʼ αὐτὸν Πασίωνα μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπελεύσεσθαι ἐπὶ Διονύσιον καὶ Ἰσιδώραν καὶ Σαραπιάδα μηδὲ ἐπὶ τοὺς
παρʼ αὐτῶν περὶ τοῦ προκειμένου δανείου οὗ ἀπέχει, μηδὲ περὶ
μέρους αὐτοῦ, παρευρέσει μηδεμίαι· ἐὰν δὲ ἐπέλθηι ἥ τʼ ἔφοδος Πασίωνι καὶ τῶι ἀεὶ ὑπὲρ αὐτοῦ ἐπιπορευομένωι ἄκυρος ἔστω καὶ
Πασίων τοῖς δεδανεισμένοις ἀποτεισάτω, καθʼ ὅτι ἂν ἐπέλθηι,
ἐπίτιμον χαλκοῦ τάλαντα[…]καὶ τὸ βλάβος[…]
[… ? lines lost …]
[v]
ὁμολογία ἀποχῆς δανείου Πασίωνος πρὸς
Διονύσιον Κεφαλᾶτος πυροῦ ἀρταβῶν πα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.