no image
DDbDP-text
Quittance de remboursement du prêt de blé via HGV-meta
Receipt for repayment of a loan of 60 artabas of wheat. A receipt drawn up as a formal agreement at Hermopolis, in which the officer Hipponikos acknowledges that Dionysios and two women, Sarapias and Isidora, have repaid a loan of 60 artabas of wheat. He promises not to bring any further claim on pain of a fine. machine translation
Linked by Trismegistos ID
TM 3104.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους[…]Δίου[…], Θῶυθ […], ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος.
ὁμολογεῖ Ἱππόνικος Πτολεμαίου Μακεδὼν ἑκατόνταρχος τῆς
Ἀρτεμιδώρου ἡγεμονίας Ἀκωριτῶν, Διονυσίωι Κεφαλᾶτος Μακεδόνι
τῆς αὐτῆς ἡγεμονίας, ὡς δὲ […]συνήλλαξε Πέρσης τῆς ἐπιγονῆς, καὶ Σαραπιάδι τῆι καὶ Σεναβέλλει Ἡλιοδώρου τοῦ καὶ
Ἑριέως καὶ Ἰσιδώραι Παχόϊτος Περσίναις, μετὰ κυρίου Διονυσίου τοῦ
προγεγραμμένου, ἀπέχειν παρʼ αὐτῶν τὰς τοῦ πυροῦ στερεοῦ ἀρτάβας ξ,
τὸ δάνειον ὃ ἐδάνεισεν αὐτοῖς κατὰ συγγραφὴν δανείου τὴν κειμένην διὰ τοῦ ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος ἀγορανομίου
τοῦ ιβ τοῦ καὶ θ ἔτους, Αὐδναίου ζ, Ἁθὺρ ζ· καὶ μήτʼ αὐτὸν
Ἱππόνικον μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπελεύσεσθαι ἐπὶ Διονύσιον
καὶ Σαραπιάδα καὶ Ἰσιδώραν μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῶν περὶ τοῦ προκειμένου δανείου οὗ ἀπέχει, μηδὲ περὶ μέρους αὐτοῦ, παρευρέσει
μηδεμίαι· ἐὰν δὲ ἐπέλθηι, ἥ τʼ ἔφοδος Ἱππονίκωι καὶ τῶι ἀὲι ὑπὲρ
αὐτοῦ ἐπιπορευομένωι ἄκυρος ἔστω καὶ προσαποτεισάτω Ἱππόνικος Διονυσίωι, καθʼ ὅτι ἂν ἐπέλθηι ἐπίτιμον χαλκοῦ τάλαντα κ καὶ τὸ
βλάβος καὶ εἰς τὸ βασιλικὸν[…]καὶ μηθὲν ἧσσον ἡ ὁμολογία
ἥδε κυρία ἔστω.
[v]
ὁμολογία ἀποχῆς δανείου Ἱππονίκου πρὸς
Διονύσιον καὶ ἄλλους πυροῦ ἀρταβῶν ξ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.