no image
DDbDP-text
Prêt de blé via HGV-meta
Loan of wheat from the centurion Hipponikos to Dionysios and his family. A contract of loan in which the Macedonian centurion Hipponikos lends wheat to Dionysios, his mother Senabellis and his wife Isidora, to be repaid with 50% interest (24 artabas in all) in Pauni. It was drawn up at Krokodilopolis-Akoris in the Hermopolite nome in January 105 BC. machine translation
Linked by Trismegistos ID
TM 2848.
Each record below describes this same artifact or text from a different angle.
[r,ext]
βασιλευόντων Κλεοπάτρας θεᾶς Εὐεργέτιδος τῆς καὶ Φιλομήτορος καὶ
Πτολεμαίου τοῦ Ἀλεξάνδρου ἐπικαλουμένου, τοῦ υἱοῦ, θεοῦ Φιλομήτοροςἔτους δωδεκάτου τοῦ καὶ ἐνάτου, ἐφʼ ἱερέως βασιλέως Πτολεμαίου
τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου θεοῦ Φιλομήτορος Ἀλεξάνδρου καὶ θεῶν
Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος
καὶ θεοῦ Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων
καὶτῶν ἄλλων τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς
Περιτίου τετράδι καὶ εἰκάδι, Χοιὰχ τετράδι καὶ εἰκάδι, ἐν Κροκοδίλων
πόλει τῆι καὶ Ἀκώριος τοῦ Μωχίτου τόπου, νομοῦ δʼ Ἑρμοπολίτου.
ἐδάνεισεν Ἱππόνικος Πτολεμαίου Μακεδὼν ἑκατόνταρχος Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς καὶ τῆι τούτου μητρὶ Σαραπιάδι τῆι καὶ Σεναβέλλει Ἡλιοδώρου Περσίνηι καὶ τῆι γυναικὶ
αὐτοῦ Ἰσιδώραι Ἑρμοφίλου Περσίνηι, μετὰ κυρίου τοῦ αὐτοῦ Διονυσίου,
πυροῦ στερεοῦ ἀρτάβας ἑκκαίδεκα , ἃς μεμέτρηνται παρʼ αὐτοῦ ἐξ οἴκου,
τόκων ἡμιολίων, ἀρτάβαις ὀκτώ · τὸν δὲ πυρὸν καὶ τοὺς τόκους, τὰς
πάσας πυροῦ ἀρτάβας εἴκοσι τέσσαρες , ἀποδότωσαν οἱ δεδανεισμένοι
Ἱππονίκωι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τοῦ
προγεγραμμένου ἔτους, πυρὸν νέον καθαρὸν ἄδολον, μέτρωι τῶι
πρὸς τὸ χαλκοῦν καὶ σκυτάληι δικαίαι καὶ καταστησάτωσαν
ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀναλώμασι, ἄνευ
δίκης καὶ κρίσεως καὶ πάσης κακοτεχνίας· ἐὰν δὲ μὴ ἀποδῶσιν
καθʼ ἃ γέγραπται, ἀποτεισάτωσαν τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ
δραχμὰς τρισχιλίας καὶ μηθὲν ἧσσον·[…]
[… ? lines lost …]
[r,int]
ἔτους ιβ τοῦ καὶ θ Χοιὰχ κδ· δάνειον Ἱππονίκου πρὸς Διονύσιον καὶ Σεναβέλλιν
καὶ Ἰσιδώραν πυροῦ ἀρταβῶν κδ· ἀποδότωσαν Παῦνι τοῦ αὐτοῦ ἔτους·
[…] συγγραφοφύλαξ· Ἀπολλώνιος Πολυκράτου.
[v]
Ἱππονίκου Ἀπολλωνίου Ἀγήνορος Διονυσίου
Διονυσίου […] Πτολεμαίου ἈπολλωνίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.