no image
DDbDP-text
Novation via HGV-meta
Novation of a wheat loan from Hermias to Dionysios. A loan contract from Hermopolis in 116 BC in which Hermias, a 'Persian' of the cavalry mercenaries' sons, lends Dionysios son of Kephalas 150 artabas of wheat. The new contract replaces an earlier loan Dionysios still owed; repayment is due in Pauni at the harbour of Akoris, with a penalty of 3,000 bronze drachmas per artaba. machine translation
Linked by Trismegistos ID
TM 3110.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους β, μηνὸς Δίου αϛ, Θῶυθ ιϛ,
ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος.
ἐδάνεισεν Ἑρμίας[…]…ου Πέρσης τῶν φερομένων ἐν τοῖς τῶν ἱππέων μισθοφόρων υἱοῖς
Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς πυροῦ
στερεοῦ ἀρτάβας ἑκατὸν πεντήκοντα · τοῦτο
δʼ ἐστὶν τὸ δάνειον ὃ προσωφείληκεν Διονύσιος
Ἑρμίαι ἀπὸ συγγραφῆς δανείου οὗ συνῆρται αὐτῶι
ἅμα τῆι συγγραφῆι ταύτηι ἀναφερομένηι·
τὸν δὲ πυρὸν ἄτοκον ἀποδότω Διονύσιος
Ἑρμίαι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι
ὅς ἐστιν Παῧνι τοῦ δευτέρου ἔτους, πυρὸν
στερεὸν νέον καθαρὸν ἄδολον μέτρωι τῶι
πρὸς τὸ χαλκοῦν καὶ καταστησάτω ἐπὶ τὸν
κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι·
ἐὰν δὲ μὴ ἀποδῷ καθʼ ἃ γέγραπται, ἀποτεισάτω
Διονύσιος Ἑρμίαι ἢ τοῖς παρʼ αὐτοῦ τιμὴν
ἑκάστης ἀρτάβης χαλκοῦδραχμὰς τρισχιλίας ·
καὶ ἡ πρᾶξις ἔστω Ἑρμίαι καὶ τοῖς παρʼ αὐτοῦ
τῶν κατὰ τὴν συγγραφὴν πάντων ἔκ τε αὐτοῦ
Διονυσίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι
πάντων καθʼ ἅπερ ἐκ δίκης· ἡ συγγραφὴ ἥδε
κυρία ἔστω.
[v]
δάνειον Διονυσίωι
πρὸς Ἑρμίου πυροῦ ἀρταβῶν ρν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.