no image
DDbDP-text
Prêt de blé via HGV-meta
Loan of wheat from Adymos to Dionysios and his mother Sarapias. A loan contract written at Hermopolis in December 108 BC, in which Adymos, a Macedonian cleruch, lends 150 artabas of wheat at 50 percent interest to Dionysios and his mother Sarapias. They must repay 225 artabas in Pauni, delivered to the harbour at Akoris, or pay 3,000 bronze drachmas per artaba. machine translation
Linked by Trismegistos ID
TM 3107.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους ι, μηνὸς Περιτίου β, Χοιὰχ β,
ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος. ἐδάνεισεν
Ἄδυμος Πτολεμαίου Μακεδὼν τῶν
φερομένων ἐν Κλεοπάτραι κληρούχων
Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς καὶ τῆι τούτου μητρὶ Σαραπιάδι
Ἡλιοδώρου Περσίνι, μετὰ κυρίου τοῦ
ἑαυτῆς υἱοῦ Διονυσίου τοῦ καὶ προγεγραμμένου, πυροῦ στερεοῦ ἀρτάβας ρν, ἃς μεμέτρηνται παρʼ αὐτοῦ τόκων ἡμιολίων,
πυροῦ ἀρτάβαις οε· τὸν δὲ πυρὸν καὶ τὸν
τόκον, τὰς πάσας πυροῦ στερεοῦ ἀρτάβας σκε, ἀποδότωσαν οἱ δεδανεισμένοι Ἀδύμωι
ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι
ὅς ἐστιν Παῧνι τοῦ αὐτοῦ ἔτους, πυρὸν
νέον καθαρὸν ἄδολον μέτρωι τῶι
πρὸς τὸ χαλκοῦν καὶ καταστησάτωσαν
ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς
ἰδίοις ἀνηλώμασι· ἐὰν δὲ μὴ ἀποδῶσι
καθʼ ἃ γέγραπται, ἀποτεισάτωσαν
οἱ δεδανεισμένοι Ἀδύμωι ἢ τοῖς παρʼ
αὐτοῦ τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς Γ· καὶ ἡ
πρᾶξις ἔστω Ἀδύμωι καὶ τοῖς παρʼ αὐτοῦ
τῶν κατὰ τὴν συγγραφὴν ἔκ τε τῶν
δεδανεισμένων, καὶ παρʼ ἑνὸς καὶ παρʼ
ἀμφοτέρων καὶ παρʼ ὁποτέρου οὗ ἐὰν
αὐτῶν αἱρῆται, καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτοῖς πάντων καθʼ ἅπερ ἐκ δίκης· ἔγγυοι
ἀλλήλων τοῦ πυροῦ ἢ τῆς γεγραμμένης τιμῆς
εἰς ἔκτεισιν αὐτοὶ οἱ καὶ δεδανεισμένοι· ἡ συγγραφὴ
ἥδε κυρία ἔστω.
[v]
δάνειον Ἀδύμου πρὸς Διονύσιον
καὶ Σαραπιάδα πυροῦ στερεοῦ ἀρταβῶν σκε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.