no image
DDbDP-text
Novation via HGV-meta
Loan of wheat by novation of earlier debts, repayable at Akoris. A loan contract from Hermopolis (113-112 BC) in which Dioskourides, a Macedonian, converts earlier debts of Dionysios son of Kephalas and his mother Demetria alias Senabellis into a new interest-free loan of 142 artabas of wheat. They must repay it in Pauni of year 5, delivered to the harbour at Akoris, or pay 3,000 bronze drachmas per artaba. machine translation
Linked by Trismegistos ID
TM 3111.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ε,[…], ἐν Ἑρμοῦ πόλει
τῆς Θηβαΐδος. ἐδάνεισεν Διοσκουρίδης[…]
Μακεδὼν […]Διονυσίωι Κεφαλᾶτος
Πέρσηι τῆς ἐπιγονῆς καὶ τῆι τούτου μητρὶ Δημητρίαι
τῆι καὶ Σεναβέλλει Ἡλιοδώρου τοῦ καὶ Ἑριέως Περσίνηι,
μετὰ κυρίου αὐτοῦ Διονυσίου τοῦ προγεγραμμένου,
πυροῦ στερεοῦ ἀρτάβας ἑκατὸν τεσσαράκοντα δύο ,
ἃς προσωφειλήκασιν οἱ δεδανεισμένοι Διοσκουρίδει
ἀπὸ συναλλαγμάτων αὐτῶι συνηρμένων ἅμα τῆι
συγγραφῆι ταύτηι ἀναφερομένηι· τὸν δὲ πυρὸν ἄτοκον
ἀποδότωσαν οἱ δεδανεισμένοι Διοσκουρίδει ἢ τοῖς
παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῧνι τοῦ πέμπτου
ἔτους, πυρὸν στερεὸν νέον καθαρὸν ἄδολον μέτρωι
τῶι πρὸς τὸ χαλκοῦν καὶ καταστησάτωσαν ἐπὶ τὸν
κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι·
ἐὰν δὲ μὴ ἀποδῶσι καθʼ ἃ γέγραπται, ἀποτεισάτωσαν οἱ δεδανεισμένοι Διοσκουρίδει ἢ τοῖς
παρʼ αὐτοῦ τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ
δραχμὰς τρισχιλίας · καὶ ἡ πρᾶξις ἔστω
Διοσκουρίδει καὶ τοῖς παρʼ αὐτοῦ τῶν κατὰ τὴν
συγγραφὴν ἔκ τε αὐτῶν τῶν δεδανεισμένων, καὶ
παρʼ ἑνὸς καὶ παρʼ ἀμφοτέρων καὶ παρʼ ὁποτέρου
οὗ ἂν αὐτῶν αἱρῆται, καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτοῖς πάντων καθʼ ἅπερ ἐκ δίκης· ἔγγυοι ἀλλήλων
τοῦ πυροῦ ἢ τῆς γεγραμμένης τιμῆς εἰς ἔκτεισιν
αὐτοὶ οἱ δεδανεισμένοι· ἡ συγγραφὴ ἥδε κυρία ἔστω.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.