no image
DDbDP-text
Prêt à rembourser en blé via HGV-meta
Linked by Trismegistos ID
TM 3115.
Each record below describes this same artifact or text from a different angle.
Διονύσιος Κεφαλᾶτος Πέρσης τῆς ἐπιγονῆς ου Μακεδόνι ἑκατοντάρχωι τῆς Λόχου ἡγεμονίας Ἀκωριτῶν χαίρειν· ὁμολογῶ ἔχειν παρὰ σοῦ τιμὴν πυροῦ ἀρταβῶν ἃς ἀποδώσω σοι ἢ τοῖς παρὰ σοῦ ἐν τῶι Παῧνι μηνὶ τοῦ β ἔτους, πυρὸν στερεὸν νεὸν καθαρὸν ἄδολον μέτρωι τῶι ἐμῶι καὶ καταστήσω ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι· ἐὰν δὲ μὴ ἀποδῶ καθʼ ὅτι πρόκειται, ἀπο τείσω σοι ἢ τοῖς παρὰ σοῦ τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς δισχιλίας , τῆς πράξεως οὔσης σοί τε καὶ τοῖς παρὰ σοῦ ἐξ ἐμοῦ τε καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθʼ ἅπερ ἐκἐγ δίκης· ἡ χεὶρ ἥδε κυρία ἔστω πανταχῆι ἐπιφερομένηἐπιφερομένηι καὶ παντὶ τῶι ἐπιφέροντι. ἔτους β, Θῶυθ ζ. ἔτους β, Παῧνι α, ἐν κώμηι Τήνει τοῦ Μωχίτου· ἀναγέγραπται διʼ Ἀπολλωνίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.